137
ἀγροικώτερον μετερχομένους βίον, καὶ τοὺς ἄλλως εὖ γεγονότας καὶ τροφῆς ἠξιωμένους ἐλευθερίου· ἢ γηγενεῖς μὲν τοὺς τὴν ἔρημον οἰκεῖν ᾑρημένους, τοὺς δὲ ἀνθρώπων τοὺς ἡμερωτέρους. Ὁ δὲ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἥ τε ἀνθρωπότης καὶ προσέτι καὶ υἱοὶ ἑκάστου ἀνδρός· ἵν' ᾖ διὰ μὲν τοῦ προτέρου καθολικῶς πᾶν γένος ἀνθρώπων δηλούμενον, διὰ δὲ τοῦ δευτέρου ὁ κατὰ μέρος ἕκαστος. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ταῦτα δὲ καὶ ἀπὸ τῶν ἀποστόλων δύναται λέγεσθαι. Παραβολὰς δὲ καλεῖ τοὺς αἰνιγματώδεις λόγους. Καὶ γὰρ ὁ Κύριος, παραβολικῶς τοῖς ὄχλοις διαλεγόμενος, τοῖς ἀποστόλοις κατ' οἶκον ταύτας διέλυε. Τούτῳ νῦν ὁ χορὸς τὴν τοῦ Θεοῦ σοφίαν τὸν Χριστὸν ἐπὶ στόματος φέρων· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἐλέγετο· Τὸ στόμα μου λαλήσει σοφίαν. Τοῦτον γὰρ πᾶσιν ἀνθρώποις ἐκήρυττον. Ἠκονημένοι δὲ τὸν νοῦν, πάσας τοῦ Χριστοῦ συνίεσαν τὰς παραβολὰς καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. ∆ιὸ μετὰ ταύτας ὁ μὲν Σωτὴρ ἔλεγε· Συνήκατε ταῦτα πάντα; Οἱ δὲ λέγουσιν αὐτῷ, ναί. Ἡ καρδία τοίνυν αὐτῶν ἐμελέτα συνέσεις, ἃς ἤνοιγον τοῖς μὴ παρακολουθεῖν δυναμένοις, τοῦ σωματικοῦ ὀργάνου τῇ ἐνοικούσῃ πρὸς τοῦτο διακονοῦντος ψυχῇ. Τοῦτο γὰρ ἀντὶ ψαλτηρίου παρέλαβε πρὸς τὴν διὰ τούτων θείων ὕμνων ἀνάκρουσιν, ἑκάστου μέρους ἐπιστημονικῶς ἐν αὐτῷ κινουμένου. Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Εἰ δὲ πρόσωπον Κυρίου τὸ λέγον, πτέρναν αὐτοῦ εὕρῃς τὸν ἔσχατον τοῦ σώματος καὶ τῇ γῇ πλησιάζοντα Ἰούδαν· σῶμα 23.432 γὰρ Κυρίου οἱ ἀπόστολοι. Οὐ φοβοῦμαι οὖν τὴν Ἰούδα προδοσίαν ἐν τῷ καιρῷ τοῦ σταυροῦ· ἐπεὶ μηδὲ ἕκαστος τὴν τοῦ Ἀδὰμ παρακοήν. Ταύτην γὰρ ὑπῃνιξάμεθα πτέρναν ἀνομίας εἶναι. Οὐδεὶς γὰρ δι' ἄλλου κακίαν καταδικάζεται. Ἀνομίαν δὲ πτέρνης τὴν παρακοὴν εἶπον Ἀδὰμ, τῷ τὸν ὄφιν ἐξουσίαν ἔχειν κατὰ τῆς πτέρνης αὐτοῦ. Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα αὐτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Νοήσεις δὲ καὶ οὕτως· οὐκ ἀδελφὸς ἀδελφὸν, οὐ φίλος φίλον λυτρώσεται· ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει· καὶ οὐ δώσει τις ἐξίλασμα τῷ Θεῷ ὑπὲρ ἑαυτοῦ κατ' ἐκείνην τὴν ἡμέραν· οὐδὲ τιμὴν καταθήσεται καθάπερ ἑαυτὸν ἐξωνούμενος. Μάταιος ἄρα τοῖς κεκτημένοις ὁ πλοῦτος· πλὴν εἰ μή τις κατὰ τὸν παρόντα βίον εὑρεθῇ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις. Οὗτος γὰρ, ἐντεῦθεν ἤδη σπείρας ἑαυτῷ εἰς δικαιοσύνην, τρυγήσει τότε καρποὺς ζωῆς. Λύτρον γὰρ ἀνδρὸς, φησὶν ὁ Σοφὸς, ὁ ἴδιος πλοῦτος. Οἱ δὲ μήτε πλούτῳ μήτε δυνάμει σώματος ἀλαζονευόμενοι, ἐπίπονον δὲ τὸν παρόντα κτησάμενοι βίον, καταξιωθήσονται τῆς ἐν ἐπαγγελίᾳ ζωῆς. Ἀντὶ δὲ τοῦ· Ἐκοπίασεν εἰς τὸν αἰῶνα, ὁ Σύμμαχος, Ἀλλὰ παυσάμενος, φησὶ, τῷ αἰῶνι, ζῶν εἰς αἰῶνα διατελέσει ὁ τοιοῦτος. Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως. Καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν, καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Ἕτερος ἔφη· Καταλείψουσιν ἑτέροις τὸν αἰσθητόν τε πλοῦτον αὐτῶν καὶ τὸν ἐν συγγράμμασιν. Οὐδὲν γὰρ ἐξ αὐτῶν αἱρήσουσι κέρδος κατὰ τὴν ἡμέραν τῆς κρίσεως. Ἀπαχθήσεται γὰρ ἡ τούτων ψυχὴ, οὐδὲν πλέον ἢ τὸν ἑαυτῆς τάφον ἐπαγομένη· δηλαδὴ τὸ σῶμα καὶ τὴν φθορὰν, ἐν ᾗ ὥσπερ ἐν τάφῳ κατώρυκτο. Καὶ ἄλλως δὲ οὐδὲν πλέον ἕξει τις ἐκ τῶν γηΐνων κτημάτων, ἢ τοῦ τάφου τὸν τόπον, ἐν ᾧ τελευτήσας κείσεται νεκρὸς ἐφθαρμένος. Τὰ δὲ σκηνώματα αὐτῶν, ἐν οἷς ἔτι ζῶντες κατῴκουν, εἰς ἑτέρους ἀλλοτρίους ἥξει, καὶ διαδοθήσεται εἰς γενεὰν καὶ γενεάν. Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς. Εἰπὼν τῶν ἀσεβῶν τὰ πρὸ τοῦ θανάτου, νῦν οἷα πείσονται