138
λέγει ἐν αὐτῷ τῷ ᾅδῃ γενόμενοι. Θρέμματα γὰρ ἔσονται θανάτου ὑπὸ αὐτοῦ ποιμαινομένοι· κατὰ δὲ Σύμμαχον, ὡς βοσκήματα ᾅδου ἔταξαν ἑαυτούς. Οὐ γὰρ ἠθέλησαν ὑπὸ τῷ καλῷ ποιμένι τετάχθαι καὶ διὰ τοῦτο γεγόνασι θρέμματα θανάτου, καὶ τοὺς μὲν ἀπάξει εἰς τὸ πῦρ τὸ αἰώνιον, τοὺς δὲ Ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, τοὺς δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἀντὶ δὲ τοῦ· Καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν, ὁ μὲν Ἀκύλας, Καὶ χαρακτὴρ αὐ 23.433 τῶν κατατρίψαι ᾅδην ἐκ κατοικητηρίου αὐτῶν. Ὁ γὰρ χαρακτὴρ αὐτῶν ὃν ἑαυτοῖς ἐξετύπωσαν, τὸ μὲν κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἐξ αὐτῶν ἀφανίσαντες, εἴδη δὲ καὶ μορφὰς ἀλόγων ζώων καὶ ἑρπετῶν διὰ τρόπων μοχθηρίας τῇ ψυχῇ περιθέμενοι, κατατριβήσεται ἐν τῷ κατοικητηρίῳ τοῦ ᾅδου. Κατὰ δὲ Σύμμαχον· Τὸ δὲ κρατερὸν αὐτῶν παλαιώσει ᾅδης ἀπὸ τῆς οἰκήσεως τῆς ἐντίμου αὐτοῦ. Ὃ γὰρ ἔδοξαν περιποιεῖν ἑαυτοῖς κραταιὸν διὰ τῆς ἐμφυείσης ἐν αὐτοῖς κακίας, τοῦτο παλαιώσει ὁ ᾅδης ἐν ταῖς οἰκήσεσι ταῖς παρ' αὐτῷ. Καὶ τοῦτο μὲν τῶν ἀσεβῶν τὸ τέλος. Οἱ δὲ εὐσεβεῖς κατ' ἐκεῖνο καιροῦ πρωΐας ἀξιωθέντες καὶ νέου φωτὸς, ἀνατολῆς τῆς τῶν ἀσεβῶν κατακυριεύσουσι· ἢ κατὰ τὸν Ἀκύλαν· ἑνὶ κρατήσουσιν, ἢ κατὰ τὸν Σύμμαχον· ὑποτάξουσιν αὐτοῖς. Τῶν γὰρ ἐνταῦθα ταπεινωσάντων τοὺς εὐθεῖς ἀσεβῶν, ἐκεῖ ῥύσεται τὴν ψυχὴν πρὸς τὸ μὴ συναπαχθῆναι τοῖς ἀσεβέσιν, ἀλλ' ἐν ἑτέροις εἶναι χωρίοις τε καὶ ποιμνίοις. Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται, ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνῃς αὐτῷ. Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τοτηνικαῦτα ἐξομολογούμενος, εὐλογεῖ τὸν Θεὸν ὁπηνίκα ἂν ἀγαθόν τι αὐτῷ ἐκ Θεοῦ ἀποβῇ.
ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ ΜΘʹ.
Οἱ ἐπιγεγραμμένοι τοῦ Ἀσάφ εἰσι μὲν οἱ πάντες τὸν ἀριθμὸν ιβʹ· ἐφεξῆς δὲ οἱ ιαʹ ἀρχόμενοι ἀπὸ τοῦ οβʹ· ἐξ ὧν ὁ παρὼν ἀπεσπάσθη ψαλμὸς, οὐχ ἁπλῶς· ἀλλ' ἐπείπερ ὁ πρὸ τούτου ψαλμὸς περὶ κρίσεως τοῦ Θεοῦ διεστέλλετο, τοιοῦτος δὲ καὶ ὁ παρὼν, εἰκότως κατὰ τοῦτο ἀκολουθίαν ἐδέξατο. Ἀλλὰ καὶ τὴν διὰ Μωϋσέως ἀνατρέπων νομοθεσίαν, παραδίδωσι τῆς καινῆς ∆ιαθήκης τὸν δοθέντα τοῖς ἔθνεσι τρόπον. Καὶ τοῦτο δὲ ἦν ἐν τοῖς τῶν υἱῶν Κορὲ ψαλμοῖς· οἵτινες καὶ αὐτοὶ τυγχάνουσι μὲν ιβʹ. Ἀλλ' ηʹ οἱ προλαβόντες ἐφεξῆς κατετάγησαν, ὧν ἀποσπασθέντες οἱ λείποντες τέσσαρες, μετὰ τοὺς τοῦ Ἀσὰφ ψαλμοὺς κατετάγησαν· ἴσως ἐπεὶ οἱ τοῦ Ἀσὰφ πάντες, ὡς εἰπεῖν, τοῦ Ἰσραὴλ ἐθέσπιζον τὴν ἀποβολὴν, καὶ τὴν εἰς πάντα τὰ ἔθνη διασπορὰν, μεθ' ἣν ἡ χάρις τοῦ Θεοῦ τὰ ἔθνη πάντα μετῆλθεν· ὅθεν οἱ λοιποὶ τῶν υἱῶν Κορὲ ψαλμοὶ διεδέξαντο, τὴν τῶν ἐθνῶν ἁπάντων προαγορεύοντες κλῆσιν. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Οἱ λοιποὶ δὲ τρεῖς ἡρμήνευσαν· Ἰσχυρὸς Θεὸς λαλήσας ἐκάλεσε τὴν γῆν. Οἱ δὲ Ἑβδομήκοντα θεοὺς ἐκάλεσαν τούς τε ἄρχοντας καὶ κριτὰς, ὅπερ ἴδιον μόνου Θεοῦ. Τοιγαροῦν ἐν παʹ ψαλμῷ προφήσας· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει, ἐπήγαγεν· Ἕως πότε κρίνετε ἀδικίαν; Οὕτω καὶ ὁ νόμος διαγορεύει· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Εὐλόγως δ' ἂν κληθεῖεν οἱ τὸ κατ' εἰκόνα φυλάξαντες· ὁ τούτων Θεὸς πᾶσαν συνάγει τὴν οἰκουμένην εἰς τὸ κριτήριον· αὐτὸς ὢν ὁ Κύριος ὁ τοῦ Θεοῦ Λόγος ἐνανθρωπήσας ἐλάλησε διὰ τοῦ Εὐαγγελίου, καὶ πάντας μὲν καλεῖ, οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγε 23.436 λίῳ. Ἀλλ' οἱ μὲν ὑπακούσαντες τῶν ἐπηγγελμένων τυγχάνουσι· τοῖς δὲ τὴν χάριν ἀθετοῦσι, τὸ πῦρ ἀπειλεῖ κατὰ τὴν ἔνδοξον αὐτοῦ παρουσίαν, ἥξων ἐκ τῆς ἐπουρανίου Σιὼν, περὶ ἧς ὁ