139
Παῦλος φησίν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· καὶ, Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Εὐπρέπεια δὲ ὡραιότητος ἡ ἔνδοξος αὐτοῦ θεοφάνεια· ταύτην καὶ τὸ, Ὁ Θεὸς ἐμφανῶς ἥξει, δηλοῖ. Κατὰ μὲν οὖν τὴν πρώτην αὐτοῦ παρουσίαν ὑπὸ ἀνθρώπων κρινόμενος ἐσιώπα· οὐδὲ τοσαῦτα πάσχων ἠμύνατο, οὐδὲ πᾶσιν ἐδείκνυ τὴν ἰδίαν θεότητα· Τότε δὲ, φησὶν, ἐμφανῶς ἥξει, καὶ οὐ παρασιωπήσεται. Προλαμβάνον δὲ τὸ πῦρ τὴν αὐτοῦ βασιλείαν καθαίρει, πᾶσαν ὕλην καυστὴν ἀναλίσκον, πρὸς τὸ μὴ ξύλα, μὴ χόρτον, μὴ καλάμην πρὸ προσώπου αὐτοῦ φαίνεσθαι. Ἐλέγξει δὲ ἢ ἀποδέξεται, τοῖς μὲν λέγων· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, τοῖς δὲ, Πορεύεσθε ἀπ' ἐμοῦ. Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πῦρ δὲ ἐνταῦθα τὴν διδασκαλίαν τοῦ Θεοῦ Λόγου λέγει· ὅτι περ πῦρ καίει μὲν τὰς μοχθηρὰς ἕξεις, δοκιμάζει δὲ τοὺς καθαρούς. ∆ιὰ γὰρ τοῦτο, κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα· ὅσοι γὰρ θέλουσι εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται· ἀλλὰ καὶ θλίψιν, φησὶν, ἕξετε ἐν τῷ κόσμῳ. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ. Συναγάγετε αὐτῷ τοὺς ἁγίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν ∆ιαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Ἄλλως, τοῦ προτέρου λαοῦ τὴν κρίσιν ἰδιάζουσαν δείκνυσι, τὸν οὐρανὸν προσκαλούμενος καὶ τὴν γῆν· ἐπειδὴ τὸν νόμον διὰ Μωϋσέως παραδιδοὺς ἔλεγε· Μαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν ἐν μεγάλῃ ᾠδῇ· Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. ∆ιὸ καὶ Ἡσαΐας, Ἄκουε, φησὶν, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὁ Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Καὶ νῦν τοίνυν τοὺς αὐτοὺς ἐπικαλέσεται μάρτυρας· καὶ ὥσπερ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις τὸ ποίμνιον αὐτοῦ διακρίνει, δηλαδὴ τοὺς τῆς Ἐκκλησίας, τὰ πρόβατα μὲν ἱστῶν ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· τὸν αὐτὸν τρόπον ὁ αὐτὸς Κύριος καὶ νῦν διακρίνει τὸν λαὸν αὐτοῦ. Τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ, Συναγάγετέ μοι, φασίν· ὡς γὰρ ἐν Εὐαγγελίοις εἴρηται· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ συνάξουσι πάντα τὰ ἔθνη· οὕτω καὶ νῦν τοῖς αὐτοῖς ἐπιτάττει. Πρώτους δὲ βούλεται ἀφορισθῆναι πρὸ τῶν ἀσεβῶν τοὺς ὁσίους αὐτοῦ, τυχεῖν τῶν ἐπηγγελμένων ὀφείλοντας. Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Τροφὴ δὲ Θεοῦ περὶ ἧς εἶπεν· Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ὑφ' ὧν τρεφόμενος λέξω· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ἔστι δὲ θῦσαι λογικῶς καὶ διὰ θεολογίας καὶ εὐχαριστίας· καὶ ἐπεὶ δ' ἄν τις τῷ Θεῷ πρέπον ὑποσχόμενος ἔργοις 23.437 ἐπιτελέσειεν. Εὐχὰς γὰρ ἡ Γραφὴ τὰς ἐπαγγελίας φησὶν, ὡς ἐν τῷ· Ἐὰν εὔξῃ εὐχὴν, μὴ βραδύνῃς ἀποδοῦναι. Ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Οὕτως οὖν σπείρας εἰς δικαιοσύνην, ἔλπιζε τρυγήσειν καρπὸν ζωῆς. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀντιλαμβάνεις τὴν ∆ιαθήκην μου διὰ τοῦ στόματός σου; Μετάβασιν ὁ λόγος ἔχει ἀπὸ τοῦ τῶν δικαίων τάγματος ἐπὶ τὸ τάγμα τῶν πονηρῶν. Ἐκεῖνο γάρ τι πλέον ἔσχε, τῆς καινῆς ∆ιαθήκης τὴν ἐπιστήμην. Ἁμαρτωλὸν δὲ οὐ τὸν ἀλλότριον τῶν Γραφῶν, ἀλλὰ τὸν παραβάτην καλεῖ. Ἐλέγχει δὲ αὐτὸν οὐκ ἐπὶ παραβάσει σαββάτων ἢ θυσιῶν, ἢ τοιῶνδε βρωμάτων, ἀλλὰ τῶν φυσικῶν νόμων, ἐφ' οἷς ἀνόητα ἦν αὐτῷ τοῦ Θεοῦ τὰ μαθήματα· ταῦτα γὰρ ἁμαρτάνων ἀπέῤῥιπτε. Φυσικὸς γὰρ ὁ νόμος τὸ μὴ δεῖν ποιεῖν, ἃ δὴ παθεῖν οὐ βουλόμεθα. Μοιχοὶ δὲ καὶ οἱ ἄθεοι εἰδωλολάτραι· κλέπται δὲ καὶ οἱ κλέπτοντες τὴν ἀλήθειαν. Ποτὲ μὲν οὖν, Ἐπαῤῥησιάζου, φησὶ, τῇ κακίᾳ, ποτὲ δὲ, ∆ολίως ἐπεβούλευες, προσεποιοῦ δὲ γνησίως καὶ ὡς ἀδελφοῖς ὁμιλεῖν, λάθρα τούτων καταλαλῶν· ἐνήδρευες δὲ καὶ τοὺς ἐκ τῆς αὐτῆς σοι μητρὸς, ἤτοι συναγωγῆς, ἢ καὶ ἐκκλησίας· ἐφ' οἷς ἐμοῦ σιωπῶντος ἡνίκα ἐνηνθρώπησα· ἢ καὶ ἄλλως· Ἐπὶ τὸ χεῖρον