140
ἐβάδιζες καταφρονῶν τῆς ἐμῆς χρηστότητος καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας· διὸ λοιπὸν οὐκ ἀνέξομαι. Καὶ γὰρ διέκεισό με τὰς σὰς ἀποδέχεσθαι πράξεις, ἢ καὶ μηδένα τούτων μεμνῆσθαι. Ἀλλ' ἐγώ σε διελέγχων πρὸ τῶν σῶν ὀφθαλμῶν ἅπαντα θήσω, ὅπως ὁρῶν αἰσχυνθῇς. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ Νʹ. Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ὡς ἐπὶ μεγάλῳ δὲ ψυχῆς τραύματι μεγάλου δεῖσθαι ἐλέου ὁμολογεῖ. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅρα δὲ πρὸς τὸ Χριστοῦ πάλιν μυστήριον· τὴν γὰρ ἐν νόμῳ κάθαρσιν ἡ τοῦ βαπτίσματος ὑπερβαίνουσα δύναμις, καὶ ταύτης τῆς ψυχῆς ἐργάζεται κάθαρσιν. Ἐκείνη γὰρ πρὸς τῆς ψυχῆς προσελαμβάνετο καθαρότητα. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Οὐ τοῦτό φησιν, ὅτι τὸν Οὐρίαν οὐκ ἠδίκησα· ἀλλ' ὅτι τὴν μεγίστην παρανομίαν εἰς αὐτὸν τετόλμηκε τὸν Θεὸν, ἀπὸ προβατέως μὲν γενόμενος βασιλεὺς, κρατήσας δὲ τῶν ἐχθρῶν, παντοδαποῖς δὲ κοσμηθεὶς ἀγαθοῖς, καὶ τοιούτοις τὸν εὐεργέτην ἀμειψάμενος. Τὸ δὲ, ἐνώπιόν σου, καὶ ἐν τῇ ἱστορίᾳ δεδήλωται· Ὤφθη, γὰρ φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον Κυρίου. Ἢ οὕτως· Ἐδόκουν τις εἶναι πάλαι σκεπόμενος ὑπὸ σοῦ. Νενόμικα δὲ λοιπὸν ἀσάλευτος εἶναι, λέγων ἐν τῇ εὐθηνίᾳ μου. Οὐ μὴ σαλευθῶ· διὸ ἀπέστρεψας τὸ 23.440 πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ἐγενήθην τεταραγμένος· διδαχθεὶς ἐλέῳ τῷ σῷ· Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ὅμοια δ' ἂν εἴη καὶ ταῦτα τοῖς παρὰ τῷ Ἰώβ· Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐν ᾗ εἶπαν· Ἰδοὺ ἄρσεν. ∆ιὰ τί γὰρ ἦν ἐπικατάρατος, ἀλλ' ὅτι ἐν ἀνομίαις συνελήφθη; Ἀκόλουθον γὰρ ἦν κατάραν ἕπεσθαι ἁμαρτίᾳ. Τοῖς αὐτοῖς Ἱερεμίας ἐχρήσατο φήσας· Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ, καὶ ἡ νὺξ ἐν ᾗ συνέλαβέ με μήτηρ μου. Μακάριον γὰρ ἦν τὸ μηδὲ τὴν πρώτην γυναῖκα παραβᾶσαν τῇ φθαρτῇ γενέσει διακονήσασθαι, μένειν δὲ ἐν παραδείσῳ θείοις ὁμοιωθεῖσαν ἀγγέλοις· ἀλλὰ φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Θανάτῳ δὲ ἡ δι' αἱμάτων καὶ σαρκὸς ὑπηρετεῖτο γένεσις εἰς τοῦ θνητοῦ γένους διαμονήν. ∆ιὸ καὶ ἡ σύλληψις, ὡσανεὶ θανάτῳ ὑποκειμένη, τοῖς μακαρίοις διεβάλλετο. Ὁ δὲ Σύμμαχος· Εἰς ἀδικίαν ὠδυνήθην, καὶ ἐν ἁμαρτίαις ἐκύησέ με ἡ μήτηρ μου. Ὠδυνήθην γὰρ καὶ ἐκυήθην, φησὶν, ἵνα παρέλθω εἰς ἀδικίαν, καὶ ἵνα, ἐν ἁμαρτίαις γενόμενος, ἐλεγχθῶ κατὰ ταύτην τὴν ἔννοιαν· Οὐκ ἐν ἀνομίαις, φησὶ, τῆς ἐμῆς συνελήφθην μητρὸς, οὐδὲ ταῖς ἑαυτῆς ἀνομίαις ἐκίσσησέ με· ἀλλ' ἐγὼ εἰς ἀδικίαν ἐγεννήθην, θνητὴν, περιβαλλόμενος σάρκα καὶ ταῦτά φημι, ἐπείπερ ἀλήθειαν ἠγάπησας. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Τὸ ὕσσωπόν ἐστι σύμβολον ἀπαθείας, καὶ ἡ πλύσις γνῶσιν σημαίνει· καὶ διὰ μὲν ἀπαθείας καθαριζόμεθα, διὰ δὲ τῆς γνώσεως λευκαινόμεθα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Ἄλλως, ὁ μὲν τὴν ψυχὴν κεκαθαρμένος ἀπὸ συνειδήσεως πονηρᾶς εἴποι ἂν τῷ Θεῷ· Τὸ πρόσωπόν σου, Κύριε, ζητήσω, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ· ὁ δὲ τὸ αἰσχρὸν τῶν τῆς ψυχῆς τραυμάτων ὁρῶν ἐκκαλυπτόμενος εἰκότως λέγει τῷ μεγάλῳ κριτῇ· Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, ἀλλὰ μὴ ἐξ ἐμοῦ αὐτοῦ· ἀλλ' ὡς νοσοῦντα θεράπευσον. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου. Πλείστης δὲ παρ' Ἑβραίοις