141
τῆς κοινότερον σωτηρίας σου λεγομένης καὶ τοῦ σωτηρίου σου δηλοῦται διαφορά. Γράφεται γὰρ τὸ μὲν σωτήριόν σου παρ' αὐτοῖς, Ἰησουὰχ, σαφῶς δηλοῦν τοὔνομα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ· συμφώνως γὰρ οὕτως ἑρμηνεύουσιν ἅπαντες· τὸ δὲ, σωτηρία σου, Οἰσουάθ. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἄλλος εἶπεν· Ὑγιέσι μὲν ἁρμόττει τῆς αἰνέσεως ἡ θυσία· νοσοῦσι δὲ ἡ διὰ τῆς τεταπει 23.441 νωμένης καὶ συντετριμμένης καρδίας. Καὶ ἐπειδὴ κατεαγυῖα γέγονεν ἡ καρδία μου, κατὰ Σύμμαχον, εἰκότως εὐξάμην καρδίαν καθαρὰν ἐν ἐμοὶ ὁ Θεὸς ἀντὶ τῆς κατεαγυίας· καὶ ἀντὶ τοῦ συντετριμμένου πνεύματος, κατὰ Σύμμαχον, ἔλεγον· Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Συντετριμμένον δὲ πνεῦμα τὸ δι' ἐξομολογήσεως ἑαυτὸ συντρίβον τυγχάνει· τοιαύτη καὶ ἡ διὰ τῆς μετανοίας ἑαυτὴν ταπεινοῦσα καρδία. Τοιαύτην γὰρ αὐτὴν γενομένην μετὰ τὸ τῆς ἁμαρτίας οἴδημα ἀντὶ θυσίας προσδέξεται ὁ Θεός. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Ἀλλὰ πρὸς ταῦτα φήσειεν ἄν τις, πῶς ἀρτίως εἰπών, Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, νῦν ὡς μέλλοντος θυσίαν δέχεσθαι τοῦ Θεοῦ μετὰ τὸ τὴν πόλιν ἀνακτισθῆναι, φησὶ, Τότε εὐδοκήσεις θυσίαν; Ἀλλ' οὐχ ἁπλῶς ἔφη θυσίαν, ἀλλὰ δικαιοσύνης. Ὅτε γὰρ εὐδοκήσεις τὴν Σιὼν καὶ οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλὴμ, τοιαύτη σοι θυσία προσενεχθήσεται. Τὸ γὰρ θεοσεβὲς πολίτευμα εἰκόνα φέροι ἂν τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ· διὸ καὶ ταύτης ὁμώνυμος ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἧς τείχη λέγει τοὺς περιφράττοντας ταύτην ἀγγέλους ἢ καὶ τοὺς ἱερωμένους καὶ προμαχοῦντας αὐτῆς, Προσδέξῃ δὲ, εἶπεν, ἀντὶ τοῦ, εὐδοκήσεις, ὁ Σύμμαχος. Καὶ τὴν ἀναφορὰν δὲ, καὶ τὰ ὁλοκαυτώματα, δικαιοσύνης νοητέον, καὶ προσέτι τοὺς μόσχους. Πάντα γὰρ δικαιοσύνης ἐκτελεῖται, κατὰ τὰς ἀναίμους καὶ πνευματικὰς θυσίας, τὰς ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ καθ' ὅλης τῆς οἰκουμένης προσφερομένας. Καὶ ἐν ἄλλῳ γὰρ εἴρηται πρὸς Ἰουδαίους προφήτῃ· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. ∆ιότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. Αὐτὴ νῦν λέγεται θυσία δικαιοσύνης· ἔστι δὲ καὶ αἰνέσεως, καθὰ πρόσθεν ἔλεγε· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΣΥΡΕΣΕΩΣ ΤΩ ∆ΑΥΙ∆ ΝΑʹ. Ἐν τῷ ἐλθεῖν ∆ωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ· Ἦλθε ∆αυῒδ εἰς τὸν οἶκον Ἀχιμέλεχ. Ὁ μὲν λγʹ ψαλμὸς εἴρηται τῷ ∆αυῒδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν. Οὗτος δὲ ἐκείνῳ ἀκόλουθος ἂν εἴη κατὰ τὴν ἱστορίαν. Λέγει γὰρ ἡ Γραφὴ τῶν Βασιλειῶν, Καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἐπισημαίνεται δὲ τὸν καιρὸν ἐν ᾧ ἦλθε ∆αυῒδ εἰς τὸν οἶκον τοῦ Ἀβιμέλεχ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε λαβὼν παρὰ τοῦ ἀρχιερέως. Κατ' αὐτὸ γὰρ ἐκεῖνο τοῦ καιροῦ φθάσας ∆ωὴκ ὁ Σύρος, ὁ νέμων τὰς ἡμιόνους Σαοὺλ, καὶ ἐλθὼν πρὸς Σαοὺλ εἶπεν· Ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγενόμενον εἰς Νοβὰν πρὸς Ἀβιμέλεχ τὸν υἱὸν Ἀχιτὼβ τὸν ἱερέα, καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ· καὶ 23.444 ἠρώτα αὐτῷ διὰ τοῦ Θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ. Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ τὸν ἱερέα, καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοῦ Κυρίου τοὺς ἐν Νοβὰν, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα· Ὅτε κελεύσαντος τοῦ Σαοὺλ, αὐτὸς ἐκεῖνος ὁ ∆ωὴκ, ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου τʹ καὶ εʹ ἄνδρας φέροντας ἐφοὺδ, καὶ τὴν