142
Νοβὰν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. Ταῦτ' οὖν μαθὼν ∆αυῒδ τοῦτον πεπραγμένα τὸν τρόπον, τοὺς προκειμένους προσφέρεται λόγους, οὔτε ᾠδὴν περιέχοντας, οὔτε ὕμνον, οὔτε ἄλλο τοιοῦτον. Πῶς γὰρ καὶ οἷόν τε ἦν ἐπὶ συμφορᾷ τοσούτων ἱερέων, ᾠδὰς αὐτῶν καὶ ψαλμοὺς ᾄδειν; διὸ οὐδὲν τοιοῦτον ἐπιγέγραπται· μόνον δὲ εἰς τὸ τέλος εἴρηται καὶ συνέσεως· ἐπειδὴ τὰ τελευταῖα τῶν λόγων ἀγαθῶν ἐστιν ἀπαγγελτικὰ ἐν οἷς φησιν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος, καὶ τὰ ἑξῆς. Καὶ συνέσεως δὲ τῆς ἐκ Θεοῦ δεῖται ἡ τῶν ἐμφερομένων λόγων διάνοια. Ὅτε μὲν οὖν παρὰ τῷ Ἀβιμέλεχ γενόμενος, τῆς ἱερατικῆς ἀπεγεύσατο τροφῆς, ἀλλοιώσας τὴν γεῦσιν αὐτοῦ ἢ τὸν τρόπον αὐτοῦ κατὰ τὴν τῶν λοιπῶν ἑρμηνείαν· εὐλογίας καὶ εὐχαριστίας ἀνέπεμπεν τῷ Θεῷ λέγων· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου, καὶ τὰ ἑξῆς. Νυνὶ δὲ, ὅτε τοῦ διαβόλου ∆ωὴκ τὴν πρᾶξιν ἔγνω, καὶ ὡς τοσούτους ἀνεῖλεν ἱερεῖς, ἔργῳ διαβολικῷ χρησάμενος, ὡς πρὸς αὐτὸν συντάττει τοὺς προκειμένους λόγους φάσκων· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; ἀνομίαν ὅλην τὴν ἡμέραν, καὶ ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. Καὶ λέλεκται μὲν τὰ μετὰ χεῖρας πολὺ πρότερον τοῖς χρόνοις τῆς ἱστορίας τοῦ νʹ ψαλμοῦ. Ἔτι γὰρ ζῶντος τοῦ Σαοὺλ, καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν ∆αυῒδ, καὶ πέπρακτο καὶ εἴρητο. Μακροῖς δὲ ὕστερον χρόνοις, μετὰ τὸν θάνατον Σαοὺλ, καὶ πρὸς τοῖς τελευταίοις τῆς αὐτοῦ βασιλείας, ὁ ∆αυῒδ τὴν ἐν τῷ νʹ ποιεῖται ἐξομολόγησιν, ἣν προὔταξε διὰ τὴν πρὸς τὸν μθʹ ψαλμὸν ἀκολουθίαν, ὥσπερ οὖν καὶ ἀποδέδεικται. Οἱ δ' ἀπὸ τοῦ αʹ καὶ νʹ τὸν ἀριθμὸν εἴκοσι, τοῦ ∆αυῒδ ἐπιγεγραμμένοι, μέχρι τοῦ οʹ ἐξ ἑτέρας ἀρχῆς τὴν ὑπόθεσιν εἰλήφασιν· ἐοίκασι γοῦν ἔτι ζῶντος Σαοὺλ εἰρῆσθαι, πρὶν ἢ βασιλεῦσαι τὸν ∆αυΐδ. Ὅ τε γὰρ μετὰ χεῖρας ἔτι ζῶντος Σαοὺλ ἐλέχθη, Ἐν τῷ ἐλθεῖν ∆ωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, ὅτι ἦλθε ∆αυῒδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. Ἀλλὰ καὶ ὁ νγʹ·Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαούλ· Οὐχὶ ἰδοὺ ∆αυῒδ κέκρυπται παρ' ἡμῖν; εἴρητο. Καὶ ὁ εʹ δὲ καὶ νʹ· Ὅτε ἐκράτησαν αὐτὸν οἱ Ἀλλόφυλοι ἐν Γὲθ, ἐπιγέγραπται· ἦν δὲ καὶ οὗτος ὁ χρόνος ὁ πρὸ τῆς βασιλείας τοῦ ∆αυῒδ, ἔτι τοῦ Σαοὺλ περιόντος τῷ βίῳ, καὶ ὁ νʹ ἐπιγράφει· Τῷ ∆αυῒδ, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Ὡσαύτως καὶ ὁ νηʹ· Ὁπότε, φησὶν, ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν. Ὅ γε μὴν νθʹ, εἰ καὶ μετὰ τὸν θάνατον Σαοὺλ εἴρητο, 23.445 ἤδη βασιλεύοντος τοῦ ∆αυῒδ, ἀλλὰ καὶ αὐτὸς πρὸ τῆς κατὰ τὸν Οὐρίαν πράξεως· ὃ δὴ σημαίνεται ἀπὸ τῆς προγραφῆς, ἥτις δηλοῖ τὸν χρόνον φάσκουσα· Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβᾶ, καὶ ἀπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν, δώδεκα χιλιάδας. Ταῦτα δὲ τοῖς χρόνοις προάγει τὴν ἐν τῷ νʹ ψαλμῷ ἐξομολόγησιν. Ἔτι μὴν καὶ ὁ ξβʹ ψαλμὸς ἐλέχθη τῷ ∆αυῒδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας, ζῶντος ἔτι τοῦ Σαούλ. Καὶ θέα ὅπως σχεδὸν οἱ πλεῖστοι τοῦ δευτέρου μέρους τῆς βίβλου τῶν ψαλμῶν τοῦ ∆αυῒδ, παρεκτὸς τοῦ νʹ, τοὺς πρόπαλαι εἰρημένους αὐτῷ πρὸ τῶν χρόνων τῆς κατὰ τὸν Οὐρίαν πράξεως περιειλήφασι. Τό γε μὴν πρῶτον μέρος τῆς αὐτῆς βίβλου τὸ ἀπὸ πρώτου καὶ μέχρι μʹ τὴν ἐναντίαν εἶχε τάξιν· τοὺς γὰρ μετὰ τὴν ἐξομολόγησιν τοῦ νʹ ἐκεῖνο περιεῖχε τὸ μέρος. Ὁ γοῦν τρίτος ψαλμὸς λέλεκτο τῷ ∆αυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ἔφευγε δὲ τὸν υἱὸν μετὰ τὴν ἱστορίαν τοῦ Οὐρίου. Ἀλλὰ καὶ ἐν τῷ ʹ τῆς αὐτῆς ἕνεκα πράξεως ἀπεκλάετο λέγων· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ ὁ ζʹ δέ· Ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινεὶ λελεγμένος, τῶν αὐτῶν εἴη ἂν χρόνων. Χουσὶ γὰρ ἀρχιεταῖρος γεγονὼς τοῦ ∆αυῒδ, τῷ