143
Ἀβεσσαλὼμ συνεγένετο. Ἔτι μὴν καὶ ὁιζʹ ἀποδέδεικται περὶ τὰ τελευταῖα τῆς ζωῆς ∆αυῒδ λελεγμένος. Ἀλλὰ καὶ ὁ λζʹ, ἐπιγεγραμμένος εἰς ἀνάμνησιν, τὴν αὐτὴν ἔχων διάνοιαν τῷ ʹ, ἄρχεται μὲν ἀπὸ τῶν αὐτῶν ῥημάτων λέγων· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Προϊὼν δὲ τὴν αὐτὴν ἐξομολόγησιν τῇ ἐν τῷ νʹ φερομένῃ ποιεῖται ἔν τε τοῖς ἄλλοις καὶ δι' ὧν φησιν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆσαν τὴν κεφαλήν μου. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Καὶ σὺ δ' ἂν κατὰ σαυτὸν συναγαγὼν εὕροις ἂν τὰ πλεῖστα τῶν ἐν τῷ πρώτῳ μέρει τῶν ψαλμῶν μετὰ τοὺς χρόνους τῆς κατὰ τὸν Οὐρίαν ἱστορίας εἰρημένα, τὰ δὲ μετὰ τὸν νʹ τοῖς χρόνοις προάγοντα τὴν κατὰ τὸν Οὐρίαν πρᾶξιν. Τί δήποτε οὖν οὐ κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν οἱ πρῶτοι τοῖς χρόνοις πρῶτοι κατετάγησαν· ἀλλ' οἱ τὴν πρῶτοι λελεγμένοι ἔτι ζῶντος Σαοὺλ ἐν τῷ δευτέρῳ μέρει τῶν ψαλμῶν· ἐν δὲ τῷ πρώτῳ οἱ τοῖς χρόνοις ὕστατοι; ἡγοῦμαι δὲ ταύτην εἰληφέναι τὴν τάξιν, ὡς ἂν μὴ ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω φέροιτο ὁ λόγος· τὸ γὰρ, εἰς τὸ τέλος μὴ διαφθείρῃς, καὶ ἐπὶ τῆς τῶν ψαλμῶν τάξεως πεφυλάχθαι ἔοικεν. ∆ιὸ καὶ τὰ σκυθρωπότερα πρῶτα τέθειται· ἵνα δεύτερα τὰ χρηστότερα φυλαχθῇ, καλυπτομένων καὶ ἐξαφανιζομένων τῶν χειρόνων, διὰ τῶν ἐν τοῖς δευτέροις κρειττόνων. Εἰκὸς δὲ τὸν ∆αυῒδ τὸ πλημμεληθὲν αὐτῷ ὕστερον διὰ τῶν προτέρων αὐτοῦ κατορθωμάτων ἐθέλειν καλύπτειν. Εἴποι δ' ἄν τις, ὅτι 23.448 καθ' ὑπερβολὴν εὐλαβείας πρώτας ἔταττε τὰς ἐξομολογήσεις ἑαυτοῦ· Ἐπειδὴ δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Ἀλλὰ τοσούτων ἡμῖν εἰς τὴν ἀποδοθεῖσαν τάξιν γεγυμνασμένων, καιρὸς ἤδη καὶ ἐπὶ τὰς προκειμένας φωνὰς τοῦ ναʹ παρελθεῖν. Γράφει τοίνυν τοὺς προκειμένους λόγους, μαθὼν ὁποῖα διεπράξατο ∆ωὴκ ὁ Σύρος ἐν ταῖς κατ' αὐτοῦ διαβολαῖς. ∆ιὸ ὡς πρὸς αὐτὸν ἀποτείνεται λέγων· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; ἢ ὡς πρὸς τὸν ἐνεργήσαντα ἐν αὐτῷ διάβολον. Οὐ γὰρ ἠγνόει τὸν πάντοτε αὐτῷ ἀντικείμενον, καὶ διὰ παντὸς αὐτὸν πολεμοῦντα, ποτὲ μὲν διὰ τοῦ Σαοὺλ, νυνὶ δὲ διὰ τοῦ ∆ωὴκ, καὶ ἄλλοτε ἄλλως δι' ἑτέρων. Ὁ μὲν οὖν ἀδύνατος καὶ ἄτονος καὶ ὀλίγος ἐν κακίᾳ, πλεονάζοντος ἐν αὐτῷ τοῦ κρείττονος τρόπου, ὡς ἂν ἀσθενέστερος ἐν κακίᾳ, ἐγκαλύψεται ἁμαρτάνων, καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, μετανοήσειεν ἂν, καὶ τῆς ἑαυτοῦ κακίας περινοήσειεν ἑαυτῷ φάρμακον δι' ἐξομολογήσεως καὶ εἰλικρινοῦς μετανοίας· ὁ δὲ δυνατὸς ἐν κακίᾳ τυφοῦται ἐπ' αὐτῇ, καὶ ἐγκαυχᾶται, ὡς ἐπὶ μεγάλῳ κατορθώματι σεμνυνόμενος. Καί μοι δοκεῖ τὸν ἐναντίον τρόπον διαγράφειν ὁ παρὼν λόγος τῷ προεξομολογησαμένῳ ἐν τῷ νʹ ψαλμῷ. Ἐν ἐκείνῳ μὲ γὰρ ὀλισθήσας ἐν κακίᾳ ἅπαξ, ποτὲ μετεγίνωσκε καὶ ἑαυτὸν ἔκοπτεν ἐξομολογούμενος, καὶ τὰ ἑαυτοῖ κακὰ ἀποκλαόμενος· ὁ δὲ παρὼν ἐν κακίᾳ ὤν φησι· Καὶ ἀποξύσει σε ἀπὸ τῆς σκηνῆς, καὶ ἐκ ῥιζώσει σε ἐκ γῆς ζώντων εἰσαεί· ἵνα δίκαιοι βλέποντες ἀεὶ φοβῶνται, καὶ καταγελῶσιν αὐτοῦ λέγοντες· Ἰδοὺ ἄνθρωπος, ὃς οὐ προέθετο τὸν Θεὸν ἰσχὺν αὐτοῦ· ἀλλ' ἐπεποίθησε τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐνισχυρεύσατο τῇ συμφορᾷ ἑαυτοῦ. Λέλεκται δὲ ταῦτα ὡς πρὸς τὸν ∆ωὴκ, ὄντα μὲν Σύρον τὸ γένος, ἀναστρεφόμενον δὲ ἐν μέσῳ τοῦ Ἰσραήλ· καί που τάχα καὶ παραβάλλοντα μετὰ τοῦ πλήθους εἰς τὴν σκηνὴν τοῦ Θεοῦ, θεοσεβεῖν τε προσποιούμενον. Λέλεκται δὲ καὶ πρὸς πάντα τὸν ἐν κακίᾳ δυνατὸν, τῇ γλώσσῃ χρώμενον ἀντὶ ξίφους ἐπὶ ψυχῶν ἀπωλείᾳ, ὥσπερ τινὰ πικρὰν καὶ λυμαντικὴν ῥίζαν, ὁ τῶν ψυχῶν γεωργὸς ἐκτῖλαι, κἂν δοκῇ πρὸς βραχύν τινα χρόνον ἐν τῷ σκηνώματι τοῦ Θεοῦ καὶ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ πεφυτεῦσθαι, Ἐκταλεὶς δὲ ὁ τοιοῦτος καὶ μακρὰν ἀποῤῥιφεὶς τοῦ τῶν ἁγίων σκηνώματος, θέαμα κείσεται οἰκτρὸν ἐπ' ὠφελείᾳ καὶ σωφρονισμῷ τῶν ὁρώντων, οἳ, τὴν ἀπότομον τοῦ Θεοῦ κατὰ τοῦ τοιούτου κρίσιν