144
ὀφθαλμοῖς παραλαβόντες, ἀγωνιάσουσι καὶ φυλάξονται μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Εἶτα ἀναφέροντες τῇ μνήμῃ τὴν προτέραν τοῦ δυνατοῦ ἐν κακίᾳ μεγαλαυχίαν, τό τε ὕψος καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁρῶντες δὲ καὶ τὴν μετὰ ταῦτα μετελθοῦσαν αὐτὸν ταπείνωσίν τε καὶ ἀπώλειαν, καταγέλαστον αὐτὸν ἡγήσονται, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε θεώμενοι· ἀποδέξονται δὲ τοῦ Θεοῦ τὴν κρίσιν, δικαίαν αὐτὴν εἶναι ὁμολογοῦντες. Εἶτα καὶ τὰς αἰτίας διελεύσονται, δι' ἃς ταῦτα πέπονθεν 23.449 ὁ ἀσεβὴς, δικαιοῦντες τὴν τοῦ Θεοῦ κρίσιν. ∆έον γὰρ μὴ ἐπὶ πλούτῳ μέγα φρονεῖν, μηδ' ἐπὶ τῇ ματαιότητι τοῦ παρόντος βίου ἐπαίρεσθαι, μόνον δὲ τὸν Θεὸν ἐλπίδα καὶ βοηθὸν αὑτοῦ τίθεσθαι, καὶ ἐπὶ ταύτῃ μὴ σαλεύειν τῇ ἐλπίδι· ὁ δὲ τὴν μὲν ἀγαθὴν ἄγκυραν τῆς ἑαυτοῦ ψυχῆς καταλέλοιπεν, ἐπὶ ματαίῳ δὲ πλούτῳ τὰς ἐλπίδας ἀναρτήσας, ἑαυτὸν ἔπαιξε, πλέον οὐδὲν ἢ γέλωτα ὀφλήσας ἐπὶ τῇ αὑτοῦ ματαίᾳ καὶ ἄφρονι μεγαλαυχίᾳ. Ἐγὼ δὲ, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁ μὲν ἐν κακίᾳ δυνατὸς ὁποίου τέλους τεύξεται, διὰ τῶν εἰρημένων μεμαθήκαμεν. Ἐγὼ δὲ, φησὶν ὁ ∆αυῒδ, ταῦτα παιδευθεὶς πρὸς τοῦ ἁγίου Πνεύματος, οὔτε ἐπὶ πλήθει πλούτου προσκαίρου ἐπαρθείην ποτὲ, οὔτε ἐπὶ ματαιότητι τοῦ θνητοῦ βίου· Ματαιότης γὰρ ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀλλὰ καὶ φεύγων τὴν ὁδὸν τοῦ δυνατοῦ ἐν κακίᾳ, τὴν ἐμαυτοῦ γλῶτταν καὶ τὰ ῥήματα οὐκ εἰς ἀπώλειαν ἑτέρων ἀκονήσαιμι, ἀλλ' ἐπ' ὠφελείᾳ ψυχῶν, καὶ εἰς διακονίαν σωτηρίων λόγων. Καὶ ταῖς λοιπαῖς δὲ πράξεσιν οὕτως ἂν γενοίμην εὐθαλὴς καὶ εὔκαρπος, ὡς παραβάλλεσθαί μου τὴν ψυχὴν ἀειθαλεῖ καὶ πολυκάρπῳ φυτῷ ἐν οἴκῳ Θεοῦ πεφυτευμένῳ. ∆ιό φημι· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· ἢ κατὰ τὸν Σύμμαχον· Ἐγὼ δὲ ὡσεὶ ἐλαία εὐθαλὴς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἀπένευον τοῦ οἴκου τοῦ Θεοῦ· ἀλλ' ἔνδον ἐν αὐτῷ ὥσπερ ἐν γεωργίῳ Θεοῦ πεφυτευμένος, καὶ τῶν ναμάτων τῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πηγῆς ἀπολαύων, πολύκαρπος ἐγινόμην καὶ ἀειθαλὴς, κατὰ τὸ παράδειγμα τοῦ τῆς ἐλαίας φυτοῦ, ὅπερ ἐν τοῖς ἀειθαλέσι παρείληπται. Τήρει δὲ, ὅτι ταῦτα λέγων ὁ ∆αυῒδ, οὔτε ἐπὶ τῆς Ἱερουσαλὴμ ἐτύγχανεν, ἣν ἐνόμιζον εἶναι Ἰουδαίων παῖδες οἶκον τοῦ Θεοῦ· οὔτε γὰρ ᾠκοδόμητο· ἀλλ' οὐδὲ ἐν τῇ σκηνῇ τῇ ὑπὸ Μωϋσέως κατεσκευασμένῃ, εἰσέτι τότε παρὰ Ἰουδαίοις οὔσῃ. Φεύγων γὰρ τὸν Σαοὺλ παρ' ἑτέροις τὰς διατριβὰς ἐποιεῖτο· ὅμως δ' οὖν οὐκ ἠγνόει ἑαυτὸν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένον· οἶκον Θεοῦ νοῶν τὸ θεοσεβὲς πολίτευμα. Καὶ ἐπειδήπερ κατάκαρπος, οὐδὲ πικροὺς φέρων καρποὺς, γλυκεῖς δὲ καὶ πολλῆς γέμοντας φιλανθρωπίας, εἰκότως ἐλαίας φυτῷ κατακάρπῳ παρεβάλλετο, τὸν εἰς τοὺς πέλας ἔλεον σημαίνοντος, καὶ τὴν εἰς ἅπαντας φιλανθρωπίαν τοῦ παραδείγματος. Ὡς οὖν τοσούτοις βρίθων ἀγαθοῖς, ἀκολούθως ἐπιλέγει· Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τοῦ μὲν γὰρ ἐν κακίᾳ δυνατοῦ τὸ τέλος ἐκρίζωσιν αὐτῷ καὶ ἀφανισμὸν ἐδήλου. Ἐχρῆν γὰρ τὴν τῶν πικρῶν οἰστικὴν ῥίζαν καρπῶν πρὸς τοῦ τῶν ὅλων σοφοῦ γεωργοῦ ἀποκταλῆναι. Ὁ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισεν ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀθανασίαν καὶ ζωὴν αἰώνιον ποριζόμενος ἀπὸ τῆς ἀγαθῆς ἐλπίδος, ἧς οὔποτε ἐκπεσεῖται· Ἡ γὰρ ἐλπὶς, κατὰ τὸν Ἀπόστολον, οὐ καταισχύνει. Εἶθ' ὡς ἐπ' ἀγαθοῖς καρποῖς, ἀγαθὰς ἐλπίδας ἑαυτῷ ὑπο 23.452 τυπωσάμενος, τὴν αἰτίαν ἐξάπτει τῷ πάντων τῶν ἀγαθῶν χορηγῷ λέγων· Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας. Οὐ γὰρ ἐγὼ, φησὶν, ἐποίησα ἐμαυτὸν ὡσεὶ ἐλαίαν κατάκαρπον, ἀλλὰ σὺ ἐποίησας· παρὰ σοῦ γὰρ ἡ χάρις· διὸ οὐδέποτε παύσομαί σοι τὴν χάριν εἰδὼς, καί σοι ἐξομολογούμενος· ἅπαξ δὲ ἐλπίσας ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, ὑπομενῶ τὸ ὄνομα αὐτοῦ. Τῆς γὰρ ἀγαθῆς ἐλπίδος