145
ὑποκειμένης, ὑπομονῆς ἡμῖν χρεία. ∆ιὸ ὑπομενῶ τὸ ὄνομά σου, φησὶν, ὅτι χρηστόν ἐστιν ἐναντίον τῶν ὁσίων σου· ἢ κατὰ τὸν Σύμμαχον, Ὅτι ἀγαθὸν τὸ ὄνομά σου ἄντικρυς τῶν ὁσίων σου. Εἰδὼς οὖν, ὅτι ἀγαθόν ἐστι, καὶ ἀγαθῶν ποιητικὸν, οὐ τοῖς δυνατοῖς ἐν κακίᾳ, οὐδὲ τοῖς ἀποβλήτοις τῶν ζώντων, ἀλλὰ τοῖς ὁσίοις, εἰκότως ὑπομενῶ τὸ ὄνομά σου, εὔελπις ὢν μήποτε ἐκπεσεῖν τοῦ σοῦ ἐλέους. Οὕτω γοῦν ἤλπισα ἐπ' αὐτῷ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΜΑΕΛΕΘ, ΣΥΝΕΣΕΩΣ ΤΩ ∆ΑΥΙ∆ ΝΒʹ Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. ∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, οὐκ ἔστι ποιῶν ἀγαθόν. Ὁ μὲν νʹ ἐξομολόγησιν τρόπου μεταγινώσκοντος ἐφ' οἷς ἥμαρτεν, περιεῖχεν· ὁ δὲ ἑξῆς αὐτῷ, ἀπόνοιαν τοῦ ἐν κακίᾳ δυνατοῦ καὶ ἀθέου τρόπου· ὁποῖόν τε τοῦτον διεδέχετο τὸ τέλος, καὶ ὁποῖον τὸν πρότερον. Τῷ μὲν γὰρ καυχησαμένῳ ἐπὶ τοῖς ἑαυτοῦ κακοῖς ἐλέγετο· ∆ιὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε εἰς τέλος, ἐκτῖλαι σε καὶ μεταναστεῦσαί σε ἀπὸ σκηνώματος· ἐκ προσώπου δὲ τοῦ ἐξομολογησαμένου ἐπήγετο ἑξῆς τὸ, Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος αὐτοῦ εἰς τὸν αἰῶνα. Ὁ δὲ παρὼν οὐκ ὢν ψαλμὸς, οὐ γὰρ οὕτως ἐπιγέγραπται, ἀλλ' οὐδὲ ᾠδὴ, οὐδέ τι τῶν τοιούτων, προφητείαν περιέχει τῆς σωτηρίου θεοφανείας, ἣν πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν. Ὥσπερ οὖν καὶ ὁ μετὰ χεῖρας ἐπὶ τῇ πάντων ἀνθρώπων διαπτώσει, καὶ ὥσπερ ἐπὶ κοινῷ ναυαγίῳ εὐχόμενος καὶ λέγων· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ· ὅτε γὰρ, ἐξομολογούμενος καὶ ἐξαγορεύων τὰ ἑαυτοῦ ἁμαρτήματα διὰ τῆς σωτηρίου θεοφανείας, καθάρσεως ἔμελλε τεύξεσθαι· ὅτε ἄθεος ἐν ἀνθρώποις καὶ ἐν κακίᾳ δυνατὸς τρόπος οὐδ' ἄλλως οἷός τε ἦν ἢ διὰ μόνου τοῦ Σωτῆρος θεραπείας τυχεῖν, τοῦ καὶ τὰ ἀνίατα τῆς ψυχῆς πάθη ἰάσασθαι δυναμένου. Καὶ ταῦτα μὲν εἰς τὴν ἀκολουθίαν εἰρήσθω. Σημειώσῃ δὲ, ὅτι δεύτερον ἤδη ἡ προκειμένη προφητεία ἔγκειται τῇ βίβλῳ τῶν Ψαλμῶν· ἐν μὲν τῷ πρώτῳ μέρει κατὰ τὸν ιγʹ, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὰ προκείμενα. Σχεδὸν γὰρ αὐτοῖς ῥήμασιν ἀπ' ἀρχῆς μέχρι τέλους καὶ ὁ ιγʹ ὁμοίως ἔχει τῷ παρόντι· ἀρχόμενος μὲν ἀπὸ τοῦ· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· τελευτῶν δὲ εἰς τό· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ 23.453 ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Βραχεῖαι δὲ λέξεις τὴν ἐν ἀμφοτέροις διαφορὰν ἐργάζονται. Ἐν μὲν γὰρ τῇ προγραφῇ ὁ μὲν ιγʹ εἰς τὸ τέλος τῷ ∆αυῒδ ἐλέγετο· ὁ δὲ παρὼν ἔχει μὲν τὴν αὐτὴν ῥῆσιν, πλεονάζει δὲ ἐν τῷ λέγειν, ὑπὲρ Μαελὲθ, συνέσεως. Ὁ μὲν Ἀκύλας, ἐπὶ χορείᾳ, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, διὰ χοροῦ· ὁ δὲ Θεοδοτίων, ὑπὲρ τῆς χορείας, καὶ ἡ πεμπτὴ ἔκδοσις ὡσαύτως. Ἀναγκαίως δὲ πρόκειται τὸ, συνέσεως· ἐπειδήπερ συνέσεως ἡμῖν δεῖ πρὸς τὸ νοῆσαι τίς ἐστιν ἡ χορεία ἡ διὰ τῆς προγραφῆς δηλουμένη, καὶ τίς ὁ λόγος, καθ' ὃν ἅπαξ προλεχθείσης τῆς προφητείας κατὰ τὸν ιγʹ δεύτερον ἐνταῦθα παρείληπται. Τὸ δὲ, εἰς τέλος, ἐν ἀμφοτέροις κείμενον, σημαντικὸν ἂν εἴη τοῦ χρόνου καθ' ὃν ἤμελλεν ἀποτελεῖσθαι τὰ προφητευόμενα. Ἐπειδὴ γὰρ κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος, τὸ Σωτήριον τοῦ Θεοῦ, ἐπιφανὲν τοῖς ἐπὶ γῆς ἀνθρώποις, χορείαν συνεστήσατο τὴν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συγκροτουμένην, εἰς ὕμνους καὶ δοξολογίας τοῦ αὐτοῦ Πατρός· εἰκότως ἐπὶ σύνεσιν ἡμᾶς ταύτης τῆς χορείας ὁ λόγος παρορμᾷ. Καὶ ὅρα τὸ παράδοξον· προγράφει μὲν γὰρ ὑπὲρ τῆς χορείας, ἢ ὑπὲρ τοῦ χοροῦ, εἰσάγει δὲ οὐδένα ἐπὶ γῆς ἄνθρωπον ἀγαθὸν, οὐδὲ ποιοῦντα χρηστότητα ἕως ἑνὸς,