146
λέγων ἑξῆς· Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν καὶ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός. Εἰ δὲ οὖν τοιαῦτα ἦν τὰ ἐν ἀνθρώποις, ὡς μηδένα ἀγαθὸν εὑρίσκεσθαι ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων, πῶς ὑπὲρ τῆς χορείας τὰ τῆς προγραφῆς λέγεσθαι σημαίνει; Ἀλλ' ἐρεῖς, ὅτι, ἐπειδὴ πάντες ἐξέκλιναν ἕως ἑνὸς, διεφθάρησάν τε οἱ ἐπὶ γῆς καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, εἰκότως ὁ προφήτης ἐπηύξατο ἐν τοῖς μετὰ ταῦτα εἰπών· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Συνεῖδε γὰρ τῇ προγνώσει τοῦ πνεύματος τοῦ προφητικοῦ, ὡς ἄρα διὰ τοῦ Σωτηρίου ἤμελλεν ἡ αἰχμαλωσία τοῦ λαοῦ ἐπιστρέφειν καὶ ἐλευθεροῦσθαι τῆς τῶν πολεμίων δυναστείας· ὧν ἐπιτελουμένων, ἡ τοῦ Θεοῦ χορεία συνίστατο ἐξ αὐτῶν ἐκείνων τῶν ἐλευθερουμένων τῆς αἰχμαλωσίας. Εἰκότως οὖν εἰς τὸ τέλος ἀναπέμπεται τὰ λεγόμενα, καὶ ὑπὲρ Μαελὲθ, τουτέστιν ὑπὲρ τῆς χορείας, λέλεκται· ὡσεὶ σαφέστερον ἡρμήνευτο, ὑπὲρ τῶν ἐλευθερωθησομένων τῆς αἰχμαλωσίας· διόπερ καὶ εἰς σύνεσιν ἡμᾶς ἀναπέμπει. Εἴρηται δὲ, τῷ ∆αυῒδ, ἡ προφητεία, ὑπ' αὐτοῦ λεχθεῖσα. ∆ιὸ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, τοῦ ∆αυῒδ, ἐπιγέγραπται. Καὶ ἔστιν εἰπεῖν ὡς ἄρα αὐτὸς ὁ ∆αυῒδ, προφήσας τό· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, οὐκ ἄλλως τεύξεσθαι τοῦ ἐλέους ἠπίστατο ἢ διὰ τοῦ προφητευομένου σωτηρίου. ∆ιὸ ἐν μὲν τῷ νʹ ἔλεγεν· Ἀπόδος μοι τὴν ἀγαλλίασιν 23.456 τοῦ Σωτηρίου σου· ἐν δὲ τῷ προκειμένῳ Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Ηὔχετο γὰρ καὶ αὐτῷ δοθῆναι τὸ κοινὸν ἀγαθόν. Καὶ ὁ ιγʹ δὲ πρὸς τὸν πρὸ αὐτοῦ, λέγω δὲ τὸν ιβʹ, πολλὴν εἶχεν ἀκολουθίαν. Εὐξάμενος γὰρ ἐν τῷ ιβʹ, ὁ αὐτὸς καὶ εἰπών· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; καὶ τὰ τούτοις ἑξῆς συνάψας, ἐπιλέγει· Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ Σωτηρίῳ σου. Καὶ ἐπειδήπερ ἐμνημόνευσε τοῦ Σωτηρίου ἐν τῷ ιβʹ, ἐν τῷ ιγʹ ἀκολούθως φησί· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Ἡ μὲν οὖν προγραφὴ, πολλῆς συνέσεως δεομένη, ὑπὲρ τῆς χορείας ἐλέγετο, τῆς μελλούσης διὰ τοῦ Σωτηρίου συνίστασθαι ἐν ἀνθρώποις· ἥτις ἔργῳ ἐπετελέσθη μετὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· δι' οὗ καθ' ὅλης τῆς οἰκουμένης μία συνέστη τῷ Θεῷ χορεία, οἵα οὐδεπώποτε, ἡ καθολικὴ τοῦ Θεοῦ Ἐκκλησία ἐπὶ τὴν ἀῤῥαγῆ καὶ ἄσειστον πέτραν τοῦ σωτηρίου λόγου τεθεμελιωμένη. Τὰ δὲ ἐν ἀρχῇ τῆς προφητείας λεγόμενα ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ὥσπερ τι ναυάγιον εἰσάγει. Εἶπε γάρ· Φησὶν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. ∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ· οὐκ ἔστι ποιῶν ἀγαθόν. Τὰ αὐτὰ δὲ καὶ ἐν τῷ ιγʹ ἐδηλοῦτο, μάλιστα κατὰ τὴν Ἑβραϊκὴν γλῶσσαν, ἐν ᾗ αἱ αὐταὶ λέξεις ἐμφέρονται καὶ τὰ αὐτὰ στοιχεῖα ἐν ἀμφοτέροις· εἰ καὶ μάλιστα τῆς παρ' ἡμῖν ἑρμηνείας, λέξεις τινὰς ἐνηλλαγμένας περιέχειν δοκεῖ. Ἀντὶ γὰρ τοῦ, ∆ιέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ, ὁ ιγʹ, ∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι· καὶ πάλιν ἀντὶ τοῦ, Οὐκ ἔστι ποιῶν ἀγαθὸν, Οὐκ ἔστι ποιῶν χρηστότητα, περιέχει· παρὰ γὰρ τοὺς ἑρμηνεύσαντας ἡ ἐναλλαγὴ φέρεται. Σημαίνει δὲ διὰ τούτων ὁ λόγος τὴν ἔκπτωσιν τῶν κοινῶν περὶ Θεοῦ ἐννοιῶν, καὶ τὸν δυσσεβῆ καὶ ἄθεον λογισμὸν τῆς ἀνθρωπότητος ἁπάσης πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας ἐπικρατήσαντα. Τοῦ γὰρ Θεοῦ ταῖς κοιναῖς ἐννοίαις ἀγαθὰ σπέρματα τῆς περὶ αὐτοῦ γνώσεως καταβαλλομένου, τοσαύτη τις κατέσχεν διαστροφὴ πάντα τὸν ἐν ἀνθρώποις ἄφρονα, ὡς δόξαν ἄθεον ἐν τῷ ἑαυτοῦ λογισμῷ κτήσασθαι, καὶ ὅτι μηδείς ἐστι μηδὲ ὑφέστηκεν ἐν τῷ παντὶ ὁ Θεὸς διανοηθῆναι. Οὗτος μὲν οὖν ἀληθῶς ἄθεός τις ἦν καὶ παντελῶς ἄφρων, οὔτε πρόνοιαν