147
τὰ πάντα ἐφορῶσαν, οὔτε νοῦν τὸν καθόλου, οὔτε τὴν ἐπέκεινα τῶν ὅλων οὐσίαν τὴν ἁπάντων ποιητικὴν, ὑφεστάναι ὁριζόμενος· οἱ δὲ λοιποὶ τῶν ἀνθρώπων, πολυθέῳ πλάνῃ τῇ κατὰ τὴν εἰδωλολατρείαν ἑαυτοὺς ἐκδόντες, ἑτέρῳ ἀφροσύνης τρόπῳ εἰς ἀθεότητα πεπτώκασιν· οἳ καὶ αὐτοὶ διέφθειραν τὰ σπαρέντα ἐν αὐτοῖς ὑγιῆ περὶ Θεοῦ σπέρματα, καὶ τῇ τῶν νεκρῶν εἰδώλων βδελυρίᾳ ἑαυτοὺς παραδεδώκασιν, ἄτιμα καὶ ἀληθῶς βδελύγματα σεβασθέντες. ∆ιὸ εἴρηται· ∆ιέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· ∆ιεφθάρησαν καὶ βδελυρίαν ἐπετήδευσαν μετὰ ἀδικίας. Ἐπετή 23.457 δευσαν γὰρ τὴν βδελυρίαν, τὰ μὴ ὄντα ὡς ὄντα ἂν εἰδωλοποιήσαντες μετὰ τῆς ἀνωτάτω ἀδικίας. Τίς γὰρ ἂν γένοιτο ταύτης ἑτέρα χείρων ἀδικία, καθ' ἣν φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν, κατὰ τὸν ἱερὸν Ἀπόστολον; Εἶτ' ἀκόλουθα δρῶντες τοῖς ἀθέοις καὶ διαστρόφοις ἑαυτῶν ἐπιτηδεύμασιν, εἰς πᾶν εἶδος βίου μοχθηρίας περιπεπτώκασι. ∆ιὸ ἐπιλέγεται ἑξῆς· Οὐκ ἔστι ποιῶν ἀγαθόν. Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα ἕως ἑνός. Ὁ μὲν ἄφρων ἠπάτα ἑαυτὸν, λέγων ἐν τῇ καρδίᾳ ἑαυτοῦ μὴ εἶναι Θεόν· καὶ οἱ λοιποὶ δὲ πάντες ἐβδελύχθησαν βδελυρίαν ἐπιτηδεύσαντες. Ὁ δὲ ἀληθὴς λόγος τὸν ἐπὶ πάντων Θεὸν καὶ Κύριον οὐχ ὑφεστάναι μόνον καὶ τὰ πάντα περιέχειν, ἀλλὰ καὶ ἐφορᾷν καὶ ἐπισκέπτεσθαι, οὐ τὰ καθόλου μέρη τοῦ παντὸς μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος, καὶ τοὺς ἐπὶ τῆς γῆς τὰς διατριβὰς ποιουμένους υἱοὺς τῶν ἀνθρώπων, διδάσκει. Εἶτ' ἐπειδήπερ πρόνοιαν ποιούμενος τῶν υἱῶν τῶν ἀνθρώπων, τοῦ ἰδίου μεγέθους ὑποβαίνων, καὶ ὥσπερ ἐξ ὑψηλοτάτης ἀκρωρείας τῆς ἀνωτάτω καὶ ὑπὲρ πάντα δυνάμεως ἑαυτοῦ, καθίησιν ἐπὶ τὴν διάκρισιν τῶν ἐπὶ γῆς ἀνθρώπων, ἐπισκοπῶν εἴ πού τίς ἐστι τῆς αὐτοῦ προνοίας τὴν διοίκησιν συνιὼν, καὶ εἴ πού τις, πάντα δεύτερα θέμενος τὰ τῆς τοῦ βίου ἀπάτης, τὴν περὶ αὐτοῦ ζήτησιν ἀνείληφε. Καὶ ἐπειδὴ, ζητῶν, οὐδένα τοιοῦτον εὗρεν, τῷ πάντας ἐκκλῖναι, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ἀχρειωθῆναι, ὡς μὴ ποιοῦντα ἀγαθὸν ἕως ἑνὸς εὑρεῖν· εἰκότως ἐπαπειλεῖ τοῖς διαφθείρασιν αὑτοὺς, τὰ ἑξῆς λέγων· Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; Τὸν Κύριον οὐκ ἐπεκαλέσαντο· ἐκεῖ φοβηθήσονται φόβῳ οὗ οὐκ ἦν φόβος. Ἐπειδὴ, διακύψας ἐκ τοῦ ἰδίου κατοικητηρίου ὁ Θεὸς, τουτέστιν ἐκ τοῦ οὐρανοῦ, ἔνθα κατοικεῖν λέγεται διὰ τοὺς αὐτόθι χωροῦντας αὐτοῦ τὴν βασιλείαν, πάντας εἶδε τοὺς υἱοὺς τῶν ἀνθρώπων ἀχρειωθέντας καὶ τῆς εὐθείας καὶ ὀρθῆς ἀποκλίναντας ὁδοῦ· εἰκότως οἷά τις ποιμὴν ἀγαθὸς κηδόμενος τῆς ἐν ἀνθρώποις αὐτοῦ ἀγέλης, ἐπαπειλεῖ τοῖς αἰτίοις τῆς διαστροφῆς, λέγων· Οὐχὶ γνώσονται οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; Καί μοι δοκεῖ ταῦτα περὶ δυνάμεων ἀντικειμένων λέγεσθαι τῶν ἀοράτων ἐχθρῶν καὶ πολεμίων τοῦ γένους τοῦ ἀνθρωπείου. Οὗτοι γὰρ τὸ τῶν ἀνθρώπων γένος κατάβρωμα ἑαυτοῖς ἐποιήσαντο, οἷα δεινοὶ θῆρες τὰς ψυχὰς αὐτῶν κατεσθίοντες, κατὰ τὸ εἰρημένον ἐν προφητείαις· Οἱ κατεσθίοντες τὸν λαόν μου ὅλῳ τῷ στόματι. Οὗτοι οὖν αὐτοὶ νῦν μὲν, φησὶν, ὡς οὐκ ἂν τὸν Θεὸν πρὸ ὀφθαλμῶν θέμενοι, ταῦτα κατὰ τοῦ λαοῦ καὶ κατὰ τῆς ἐμῆς ἐν ἀνθρώποις λογικῆς ἀγέλης δι 23.460 επράξαντο. Μήτι οὖν καὶ εἰς τὸ παντελὲς ταῦτα πράττοντες διατελέσουσιν; Ἔστω δὲ νῦν, τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο, τἀναντία τῷ Θεῷ καὶ τὰ ἐχθρὰ αὐτῷ ἐνεργοῦντες, μὴ οὐχὶ γνώσονται καιρῷ τινι τὴν ἐπελευσομένην αὐτοῖς δίκην; Καὶ μὴν ἔσται καιρὸς, ἐν ᾧ φοβηθήσονται φόβον. Ποῖος δ' ἂν εἴη οὗτος ἢ ἐκεῖνος