149
τῶν ἐθνῶν. Ἀλλὰ ταῦτα μὲν ἐν Εὐαγγελίοις ἐπληροῦτο. Οἵ γε μὴν παλαιοὶ προφῆται, τὸ μέλλον τῷ Πνεύματι προθεωροῦντες, καὶ τῶν ἀγαθῶν εἰς ἔρωτα καὶ πόθον ἐρχόμενοι, ἐπεβόων ἐν εὐχαῖς, τοτὲ μὲν φάσκοντες· ∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ Σωτήριόν σου δῴης ἡμῖν· τοτὲ δὲ ἐν εὐχῇ λέγοντες· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Τί γὰρ καὶ ἔμελλε γίγνεσθαι ἐπιφανέντος τοῦ Σωτηρίου, ἑξῆς ὁ λόγος παρίστησι φάσκων· Ἐν τῷ ἐπιστρέψαι τὸν Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Ὁρᾷς, ὡς, ἐπιφανέντος τοῦ Σωτηρίου, ἐπιστροφὴν γενήσεσθαι τῆς αἰχμαλωσίας θεσπίζει κατὰ τὴν σωτήριον φωνὴν τὴν ἐμφερομένην ἐν τῷ λέγοντι ἐξ αὐτοῦ προσώπου προφήτῃ· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνάβλεψιν; ἢν μετὰ χεῖρας αὐτὸς ὁ Σωτὴρ ἐπὶ τῆς συναγωγῆς τῶν Ἰουδαίων λαβὼν, καὶ τὸν τόπον διελθὼν ἐπεσφραγίσατο φήσας· Σήμερον ἡ Γραφὴ αὕτη πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν. Τῆς οὖν αἰχμαλωσίας ἀνεθείσης, χορεῖαι λοιπὸν ἐξ αὐτῆς συνίστανται, τοὺς ὕμνους ἀναπέμπουσαι τῷ ἐλευθερωτῇ βασιλεῖ. Τότε δὲ καὶ ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Τότε δὲ, πότε, ἢ κατὰ τὸν καιρὸν τῆς δηλουμένης ἐλευθερίας τοῦ λαοῦ τοῦ Θεοῦ, ὡς νοεῖν σε ἕτερον μὲν εἶναι τὸν ἐλευθερούμενον λαὸν, καὶ ἑτέρους τοὺς ἐπὶ τῇ αὐτοῦ σωτηρίᾳ εὐφραινομένους; Τοῦτο γὰρ ἡ διάνοια ὑποβάλλει φάσκοντος τοῦ λόγου· Ἐν τῷ ἐπιστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, καὶ τὰ ἑξῆς. 23.464 Οὗτοι γὰρ εὐφρανθήσονται ἐν τῷ ἐπιστρέφειν Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. ∆ύο τοίνυν διὰ τούτων παρίσταται τάγματα, τὸ μὲν τῶν μὴ ὑποπεπτωκότων τῇ αἰχμαλωσίᾳ, τὸ δὲ τῶν ὑποπεπτωκότων μὲν, ἐλευθερίας δὲ τετυχηκότων διὰ τοῦ Σωτηρίου. Ἐρεῖς οὖν τοὺς μὲν πάλαι προφήτας καὶ δικαίους, καὶ πατριάρχας, καὶ πάντας τοὺς καθαροὺς τῆς εἰδωλολάτρου πλάνης γενομένους, αὐτοὺς εἶναι τοὺς μὴ ὑποπεπτωκότας τῇ τῶν νοητῶν πολεμίων ἁλώσει· τοὺς δὲ ἐξ ἐθνῶν εἰς ἀθεότητα περιτραπέντας, τούς τε τῇ πολυθέῳ πλάνῃ καταδουλωθέντας, ἢ καὶ τοὺς ἐκ περιτομῆς τοὺς ταῖς ἑαυτῶν ἁμαρτίαις πραθέντας, καὶ ἁπαξαπλῶς ἅπαντας, περὶ ὧν ἀνωτέρω ἐλέγετο· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεὸς, διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ, τούτους τυγχάνειν τοὺς τὴν αἰχμαλωσίαν πεπονθότας. Ὧν ἐλευθερουμένων διὰ τῆς τοῦ Σωτηρίου ἐπιλάμψεως, ὁ πάλαι παρὰ Θεῷ ἤδη ἀναπεπαυμένος προφητικὸς χορὸς, Ἰακὼβ καὶ Ἰσραὴλ κυρίως ὀνομαζόμενος διὰ τὰ ἐκ τῶν ὀνομάτων σημαινόμενα πράγματα, ἀγαλλιάσεται καὶ εὐφρανθήσεται, συγχαίρων ὡς οἰκείοις μέλεσι τοῖς διὰ τοῦ Σωτηρίου ἐλευθερουμένοις. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΣΥΝΕΣΕΩΣ ΤΩ ∆ΑΥΙ∆, ΕΝ ΤΩ ΕΛΘΕΙΝ ΤΟΥΣ ΖΙΦΑΙΟΥΣ
ΚΑΙ ΕΙΠΕΙΝ ΤΩ ΣΑΟΥΛ· ΟΥΚ Ι∆ΟΥ ∆ΑΥΙ∆ ΚΕΚΡΥΠΤΑΙ ΠΑΡ' ΗΜΙΝ; ΝΓʹ.
Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσον με, καὶ ἐν τῇ δυναστείᾳ σου κρῖνόν με. Ὥσπερ ἀπεδείκνυντο οἱ κατὰ τὸ πρῶτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν μετὰ τὸ πταῖσμα τὸ εἰς τὴν τοῦ Οὐρίου γεγονὸς λελεγμένοι ἐκ τῆς ἐφ' ἑκάστῳ κειμένης προγραφῆς· οὕτω καὶ νῦν αἱ καθ' ἕκαστον ψαλμὸν προγραφαὶ δηλωτικαὶ τυγχάνουσι τοῦ χρόνου καθ' ὃν ἐλέχθησαν. Αὐτίκα γοῦν καὶ ὁ προκείμενος ἀνέπεμψεν ἐπὶ τὴν πρώτην βίβλον τῶν Βασιλειῶν· ὡς ἂν ἐκεῖθεν μάθοιμεν, ἐφ' οἵοις πράγμασι τὸν προκείμενον ὕμνον ὁ ∆αυῒδ ἀνέπεμψεν. Ἔχει δὲ ἡ ἱστορία τοῦτον τὸν τρόπον· Καὶ ἐκάθισε ∆αυῒδ ἐν τῇ ἐρήμῳ Μασεδὲκ ἐν τοῖς στενοῖς· καὶ ἐκάθητο ἐν τῷ ὄρει ἐν τῇ ἐρήμῳ Ζείφ. Εἶθ' ὡς ἦλθεν