150
Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ πρὸς αὐτὸν, καὶ εἶπεν αὐτῷ· Μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραὴλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον, καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. Καὶ συνέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου, καὶ ∆αυῒδ ἐκάθητο, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ· οἷς ἑξῆς ἐπιλέγει· Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν, λέγοντες· Οὐκ ἰδοὺ ∆αυῒδ κέκρυπται παρ' ἡμῖν ἐν Μεσαρᾶ ἐν τοῖς στενοῖς, ἐν τῇ καινῇ; Ὃ δὴ μαθὼν Σαοὺλ ἐπὶ δίωξιν ἐτράπη τοῦ ∆αυΐδ. Ἤδη τε λοιπὸν ἐγγὺς ἦν τοῦ λαβεῖν αὐτὸν ὑποχείριον· γέγραπται γάρ· Καὶ ἤκουσε Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω ∆αυῒδ εἰς τὴν ἔρημον Μαών. Καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἐγένετο ∆αυῒδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ· καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλλον ἐπὶ ∆αυῒδ καὶ 23.465 τοὺς ἄνδρας αὐτοῦ, συλλαβεῖν αὐτούς. Καὶ ἄγγελος ἦλθε πρὸς Σαοὺλ λέγων· Σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέθεντο ἀλλόφυλοι ἐπὶ τὴν γῆν. Καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω ∆αυῒδ, καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων. Ταῦτα μὲν τὰ ἀπὸ τῆς ἱστορίας. Ἐφ' οἷς τὸν προκείμενον ὕμνον διασωθεὶς ἐκ χειρὸς Σαοὺλ ὁ ∆αυῒδ γραφῇ παραδίδωσιν, ἐπισημηνάμενος τὸν καιρὸν καὶ τὸ πρᾶγμα δηλώσας διὰ τῆς προγραφῆς. ∆ιὸ καὶ ἐπὶ σύνεσιν ἡμᾶς παρορμᾷ τῶν ἐμφερομένων, λέγων· Εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ ∆αυΐδ. Κατὰ δὲ τὸν Ἀκύλαν· Τῷ νικοποιῷ ἐν ψαλμοῖς ἐπιστήμονος τοῦ ∆αυΐδ· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπινίκιον διὰ ψαλτηρίων περὶ συνέσεως τοῦ ∆αυΐδ. Ἐπειδὴ καὶ φεύγων καὶ τὴν ἔρημον μεταδιώκων, ἀντὶ φυλακτηρίου ἐπήγετο τὸ τοῦ ψαλτηρίου ὄργανον, αὐτῷ χρώμενος καὶ τοῖς δι' αὐτοῦ εἰς Θεὸν ἀναπεμπομένοις ὕμνοις· καὶ ᾠδαῖς μὲν καὶ ψαλμοῖς πνευματικοῖς ἀντὶ θυσίας χρώμενος, ἀντὶ δὲ εὐώδους θυμιάματος δι' εὐχῶν τὴν πνευματικὴν ἀποτελῶν λειτουργίαν. Ἐν τῷ ἐλθεῖν τοίνυν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· Οὐκ ἰδοὺ ∆αυῒδ κέκρυπται παρ' ἡμῖν; Τοῦτο μαθὼν ὁ ∆αυῒδ ἤτοι ἐξ ἀποκαλύψεως τοῦ πνεύματος τοῦ προφητικοῦ ἢ ἔκ τινος τῶν τὰς τοιαύτας ἀπαγγελίας διακονεῖν εἰωθότων, τὸ ψαλτήριον μετὰ χεῖρας παραχρῆμα λαβὼν, δι' αὐτοῦ τῷ Θεῷ τὴν λογικὴν ἀναφέρει θυσίαν λέγων τὰ προκείμενα, δι' ὧν ἀξιοῖ σωθῆναι ὑπὸ τοῦ Θεοῦ, οὐκ ἄλλως ἢ διὰ τοῦ ὀνόματος αὐτοῦ· διό φησιν· Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με· ᾔδει γὰρ εἶναί τι ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὥσπερ γάρ ἐστί τινα ἐν ταῖς ἐπῳδαῖς κατὰ τῶν ἰοβόλων ἑρπετῶν ῥήματα καὶ ὀνόματα, τοσαύτην ἐμφαίνοντα δυνάμεως ἰσχὺν, ὡς κατακοιμίζειν ἢ καὶ νεκροῦν τὰ φοβερώτατα τῶν ἑρπετῶν· τὸν αὐτὸν τρόπον καὶ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ἠπίστατο σωτήριον μὲν τυγχάνειν τῶν σωτηρίας ἀξίων, τῶν δὲ ἐχθρῶν καὶ ἐναντίων δυνάμεων ἀπελατικόν. Ἐβούλετο τοίνυν σωθῆναι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ, καὶ οὐκ ἀκρίτως τε ἐβούλετο· ἀλλ' εἰ ἄξιος εὑρίσκοιτο τῆς σωτηρίας. ∆ιὸ ἐπιλέγει· Καὶ ἐν τῇ δυναστείᾳ σου κρινεῖς μοι· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, δικάσεις μοι. Πρότερον γὰρ ἀξιοῖ κρίνεσθαι καὶ δικάζεσθαι πρὸς τοὺς ἐλαύνοντας ἢ καὶ διαβεβληκότας αὐτόν· εἶθ' οὕτως εἰ φάνειε ἀδικούμενος ἐκδικήσεως τυχεῖν τῆς παρὰ τοῦ κριτοῦ, μετερχομένου τοὺς ἀδικοῦντας. Ταῦτ' εἰπὼν, προστίθησι λέγων· Ὁ Θεὸς, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου· ὥσπερ δικαιολογίαν ποιούμενος ἐνώπιον τοῦ κρίνοντος αὐτῷ τε καὶ τοῖς ἀδικοῦσιν αὐτόν. Καὶ ἵνα γε τὰ τῆς δικαιολογίας παραδεχθῇ, τὴν εὐχὴν ἀναπέμπει, ἣν καὶ εἰσακουσθῆναι ἀξιοῖ λέγων· Ὁ Θεὸς, εἰσάκουσον, καὶ τὰ ἑξῆς. Τί δ' ἂν ἐβούλετο ἡ προσευχὴ, καὶ ποίαν δικαιολογίαν εἶχε, ἑξῆς παρίστησι λέγων· Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμὲ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν. Ταῦτ' ἦν τὰ τῆς δικαιολογίας. Καὶ ὅρα πῶς οὐ διὰ μακρῶν ἐκτείνει τοὺς λόγους, ἀλλ' ἅτε Θεῷ τῷ