151
πάντα εἰδότι διαλεγόμενος, αὐτῷ μόνον ὑπόμνησιν ποιεῖται, τὴν μακρὰν τῶν πραγμάτων ἀποσιωπῶν διδασκαλίαν. Μήποτε δὲ τοὺς μὲν ἀλλοτρίους ᾐνίσσετο τοὺς Ζιφαίους τοὺς πρὸς 23.468 τὸν Σαοὺλ ἐνδιαβάλλοντας αὐτόν; τοὺς δὲ κραταιοὺς τὴν ψυχὴν αὐτοῦ ζητοῦντας αὐτὸν τὸν Σαοὺλ καὶ τοὺς σὺν αὐτῷ, οἳ, μὴ προθέμενοι τὸν Θεὸν ἐνώπιον αὐτῶν, ἤλαυνον τὸν μηδὲν αὐτοὺς ἠδικηκότα, ἑαυτοὺς ἀπατῶντες τῷ νομίζειν, ὅτι καὶ παρὰ τὸ βούλημα τοῦ Θεοῦ δυνήσονταί τι κατ' αὐτοῦ; Τοῦτο δ' ἦν ἀνδρῶν μὴ προθεμένων τὸν Θεὸν ἐνώπιον αὐτῶν. Ἐγράφη δὲ ταῦτα, φησὶν ὁ Ἀπόστολος, εἰς νουθεσίαν ἡμῶν, ὡς ἂν μιμηταὶ γιγνοίμεθα τῶν ἁγίων, εἴποτε τοῖς ὁμοίοις περιπίπτοιμεν. Οὐκ ἔστι γὰρ ὅτε πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν οὐχὶ διώκονται, καὶ μὴ μισοῦνται μῖσος ἄδικον ὑπὸ τῶν τὸν ἐναντίον αἱρουμένων βίον. Καὶ ἀναγκαῖά γε ἡμῖν τὰ προκείμενα εἰς διδασκαλίαν· ὡς ἂν καὶ αὐτοὶ δίκην ἐπῳδῆς ἑαυτοῖς ἐπᾴδοιμεν τὰς τοιαύτας φωνὰς ἀναπέμποντες τῷ Θεῷ, ἐπειδὰν ἐχθροῖς περιπεσόντες ἐπιβουλευοίμεθα ὑπ' αὐτῶν, καὶ διαβαλλοίμεθα, καὶ κινδυνεύοιμεν· πεπεισμένοι οὐκ ἀργὰ ἔσεσθαι τὰ ῥήματα τῆς προσευχῆς, τὰ μεγάλα δὲ συμβαλοῦνται ἡμῖν, ὥσπερ οὖν καὶ αὐτοῖς τοῖς πρώτοις εὐξαμένοις. Αὐτίκα γοῦν εὐξάμενος ταῦτα ὁ ∆αυῒδ, παραχρῆμα ἐπηκόου ἔτυχε τοῦ Θεοῦ, καὶ ἀξιοῦται τῆς παρ' αὐτοῦ βοηθείας. Ἤδη γὰρ μέλλων ἁλίσκεσθαι καὶ ταῖς τοῦ Σαοὺλ χερσὶ παραδίδοσθαι, παραδόξως ἐκ Θεοῦ σώζεται, ἀγγελίας τὸν Σαοὺλ ἀπαγαγούσης ἐφ' ἑτέρας ἀσχολίας κατὰ τὴν παρατεθεῖσαν ἱστορίαν. ∆ιὸ ἑξῆς φησιν· Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. ∆ιάψαλμα. Τὸ διάψαλμα μεταβολὴν εἰργάσατο τῆς διανοίας. Τὰ μὲν γὰρ ὡς ἐν προσευχῇ ἀνεπέμπετο τῷ Θεῷ· τὰ δὲ προφητικῶς ἐπιλέγει, τὰ θεσπίζοντα σωτηρίαν μὲν τῷ εὐξαμένῳ, πτῶσιν δὲ τοῖς ἐχθροῖς, ἀφ' ὧν ῥυσθῆναι ηὔξατο. Ταῦτ' οὖν ἐξ ἁγίου Πνεύματος προφητεύει, τὰ μὲν περὶ αὐτὸν σημαίνων ἐν τούτοις· Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου· τὰ δὲ περὶ τῶν ἐναντίων αὐτῷ, ἤτοι περὶ τῶν Ζιφαίων τῶν διαβεβληκότων αὐτὸν πρὸς τὸν Σαοὺλ, ἢ καὶ νοητῶν τινων ἢ καὶ ἀφανῶν ἐχθρῶν τῶν διαφθονουμένων αὐτοῦ τῇ κατὰ Θεὸν προκοπῇ, καὶ διὰ τοῦτο συσκευαζομένων αὐτὸν, ἐν τῷ, Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Κατὰ δὲ τὸν Σύμμαχον· Ἀνταποδώσει, φησὶ, κακὰ τοῖς ἀποτειχίζουσί με, ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπησον αὐτούς. Καὶ ὅρα εἰ μὴ συμφωνεῖ ταῦτα τῇ ἱστορίᾳ. Ἐπειδήπερ οἱ Ζιφαῖοι βουλόμενον αὐτὸν κρύπτεσθαι παρ' αὐτοῖς, ὥσπερ ἀπογυμνοῦντες καὶ ἀποτειχίζοντες, διέβαλλον πρὸς τὸν Σαοὺλ, λόγοις διαβολικοῖς κατ' αὐτοῦ χρώμενοι· διόπερ αὐτοὺς, ὡς εἰκὸς, αἰνιττόμενος ἔλεγεν· Ἀνταποδώσει κακὰ τοῖς ἀποτειχίζουσί με, καὶ ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπησον αὐτούς. Καλὴ γὰρ αὐτοῖς ἡ σιωπὴ, ἵνα μὴ τοιαύταις χρῶνται κατ' ἐμοῦ διαβολαῖς. Σφόδρα δὲ καταλλήλως τὸν Θεὸν ἀντιλήπτορα, ἢ ὑπέρεισμα, κατὰ τὸν Σύμμαχον, ὠνόμασε τῆς ἑαυτοῦ ψυχῆς. Ἐπειδὴ 23.469 γὰρ ἀνωτέρω οἱ κραταιοὶ ἐζήτουν τὴν ψυχὴν αὐτοῦ, οὐχ οὕτως ἐπιβουλεῦσαι αὐτοῦ τῷ σώματι προῃρημένοι, ὡς τῇ ψυχῇ· εἰκότως καὶ αὐτὸς τὸν Κύριον ἀντιλήπτορα τῆς ἑαυτοῦ ψυχῆς ὠνόμαζεν. Ἔμελε γὰρ αὐτῷ οὐδὲν τοῦ σώματος, οὐδὲ τῶν ἐκτὸς ὑπαρχόντων, οὐδὲ τῆς προσκαίρου ταύτης ζωῆς, μόνης δὲ τῆς ἑαυτοῦ ψυχῆς. Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν. ∆ιὰ τῶν πρώτων δέησιν καὶ ἱκετηρίαν ἀναπέμψας τῷ Θεῷ, καὶ τὴν δικαιολογίαν αὐτοῦ ἐκθέμενος, ἐν τοῖς δευτέροις, πληρωθεὶς τοῦ πνεύματος, θεσπίζει τά τε περὶ αὐτὸν μέλλοντα ἔσεσθαι, τά τε τοῖς ἐχθροῖς αὐτοῦ συμβησόμενα· εἶθ' ἑξῆς καὶ ἀκολούθως ἐν τῷ τρίτῳ μέρει θυσίας καὶ εὐχαριστίας ἀνύσειν ἐπαγγέλλεται τῷ Θεῷ ἐφ' οἷς εὖ