152
πέπονθεν. Ὡς γὰρ δὴ διασωθεὶς καὶ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς ἠλευθερωμένος, οὐ μόνον, ἀλλὰ καὶ τὸν ὄλεθρον τῶν ἐχθρῶν ἐπιδὼν, θύειν καὶ ἐξομολογήσασθαι τῷ ὀνόματι τοῦ Κυρίου ὑπισχνεῖται· καὶ ταῦτα προλέγει θεσπίζων πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως. Ὅτε γὰρ οἱ Ζιφαῖοι ἐλθόντες πρὸς τὸν Σαοὺλ εἶπον· Ἰδοὺ ∆αυῒδ κέκρυπται παρ' ἡμῖν· ἀρχὴν ἔτ' ἐχούσης τῆς κατ' αὐτῶν ἱστορίας καὶ τῶν Ζιφαίων ἄρτι διαβεβληκότων αὐτὸν, τότε δὴ τὰ τέλη τῶν πραγμάτων αὐτὸς θεσπίζει, τὰ ὕστερόν ποτε γενησόμενα προλαμβάνων ὡς ἤδη γεγονότα. ∆ιό φησιν· Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. Ταῦτα γὰρ ὕστερον μέν ποτε γέγονεν· ὅμως δὲ προγνώσει τοῦ ἁγίου Πνεύματος ὡς ἤδη αὐτὰ γεγονότα ἀπαγγέλλει, καὶ ἐπ' αὐτοῖς εὐχαριστεῖ, καὶ θύσειν ἐπαγγέλλεται, καὶ ἐξομολογήσεσθαι τῷ Κυρίῳ, λέγων· Ἑκουσίως θύσω σοι. Ὁ δὲ Ἀκύλας, Ἐν ἑκοσιασμῷ, φησὶ, θυσιάσω σοι. Ἐπειδὴ γὰρ ἄοικος καὶ ἄπολις καὶ ἀνέστιος ὢν, ἐν ταῖς ἐρήμοις ἐποιεῖτο τὰς διατριβὰς, καινὸν ἐξεῦρε τρόπον θυσίας. Τίς δ' ἦν οὗτος; Ἐν ἑκουσιασμῷ, φησὶ, θυσιάσω σοι. Ἀρκεῖ γὰρ ἡ ἑκουσιότης καὶ ἡ προαίρεσις, δι' ἧς ἀναπέμψω σοι τὴν θυσίαν. Οὐ γὰρ ἠγνόει τὸν Θεὸν παραιτούμενον μὲν τὰς δι' αἱμάτων καὶ ζώων σφαγῆς θυσίας, λογικὴν δὲ θυσίαν τὴν δι' αἰνέσεως ἀσπαζόμενον, ἅτε προμεμαθηκὼς τὸ, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου. Ταύτην οὖν, φησὶν, ἑκουσίως θύσω σοι τὴν θυσίαν, αὐτὸ τὸ ἐπ' ἐμοὶ ἑκούσιον καὶ τὸ θέλημά μου καὶ τὴν ἐμὴν προαίρεσιν ἀνατιθείς σοι, τήν τε εὐχαριστίαν αὐτὴν ἀντὶ θυσίας σοι προσφέρων. ∆ιὸ συνάπτει ἑξῆς λέγων· Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν· σαφέστατα ἐπὶ τοῦ παρόντος τῆς ἐξομολογήσεως ἀντὶ εὐχαριστίας παραλαμβανομένης. Ἐφ' οἷς γὰρ ἐκ πάσης θλίψεως ἐῤῥύσθη, καὶ ἐν τοῖς ἐχθροῖς αὐτοῦ ἐπεῖδεν ὁ ὀφθαλμὸς αὐτοῦ, ἐπὶ τούτοις εὐχαριστίας ἀναπέμπει, καὶ τὰς τοῦ ἑκουσιασμοῦ θυσίας ἐπαγγέλλεται ἀποδώσειν τῷ Θεῷ. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΣΥΝΕΣΕΩΣ, ΤΩ ∆ΑΥΙ∆ Ν∆ʹ. Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Ὡς μὲν πρὸς τὴν ἱστο 23.472 ρίαν, δόξειεν ἂν τὰ προκείμενα εἰρῆσθαι τῷ ∆αυῒδ καθ' οὓς ἀπεδίδρασκε χρόνους, φεύγων ἀπὸ προσώπου Σαοὺλ, ἐν ταῖς ἐρήμοις τὰς διατριβὰς ποιούμενος. Λέγει δ' οὖν ἑξῆς προϊών· Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. Καὶ ἐπειδὴ μέχρι θανάτου ἐπεβούλευεν αὐτῷ Σαοὺλ καὶ οἱ συμπράττοντες αὐτῷ, εἶπεν ἂν ἐξ οἰκείου προσώπου καὶ τὸ, Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Ταῦτα μὲν οὖν ἁρμόσαι τῷ τοῦ ∆αυῒδ προσώπῳ οὐ δυσχερές· οὐ μὴν καὶ τὰ ἑξῆς, ἐν οἷς ἐπιλέγει· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός· κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς. Καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ τὰ ἑξῆς. Ποίαν γὰρ πόλιν βούλεται σημαίνειν, ἐφ' ἧς ταῦτα τεθέαται, ἅ φησιν ἑωρακέναι, οὐκ ἂν ἔχοι τις ἀπὸ τῆς ἱστορίας εἰπεῖν. Τίς δὲ οὗτος ἦν ᾧ προσεφώνει λέγων· Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα; Εἰ μὲν γὰρ ὑπ' ἐχθροῦ ταῦτ' ἔπασχον, φησὶν, ἢ εἰ μῖσος ὁμολογῶν τις ἔχειν πρός με ταῦτ' ἐποίει, οὐδὲν ἦν θαυμαστόν· νυνὶ δὲ οὔτε μισῶν οὔτε ἐχθρὸς, συνήθης δὲ ὢν καὶ φίλος, ἰσόψυχός τε καὶ ἡγεμὼν ὑπ' ἐμοῦ καθεσταμένος, κοινῆς τε τραπέζης ἀξίωμα ἔχων, ἴσον μιᾶς τε καὶ τῆς αὐτῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ εἰσόδου μοι καὶ εὐχῆς κεκοινωνηκὼς, τοιαῦτα εἰς ἐμὲ τετόλμηκας; Ταῦτα δὲ τὸν ∆αυῒδ λέγειν ἐξ οἰκείου προσώπου, οὐκ οἶδ' εἴ τινα ἔχοι λόγον. Οὔτε γὰρ Σαοὺλ ἰσόψυχος αὐτοῦ ἢ φίλος, ἢ, κατὰ