154
τὴν δὲ ἑαυτοῦ κατάστασιν παρίστησι καὶ ἑξῆς λέγων· Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Τὴν γὰρ λύπην ἑαυτοῦ δείκνυσι τῷ Θεῷ καὶ τὴν ταραχὴν, καὶ ἥν φησιν ἀδολεσχίαν, καὶ ὡς ἄξια τῆς ἑαυτοῦ θεωρίας. ∆ιὸ, τούτοις, φησὶν, πρόσχες, ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίας πεπλήρωμαι· ἀποδεξάμενός τε ταῦτα, ἐπάκουσόν μου. Λέγει δὲ 23.476 ταῦτα Πνεύματι θείῳ ὁ προφήτης, τὰ κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ μέλλοντα ὑπὸ Ἰουδαίων τολμᾶσθαι, ὡς ἤδη παρόντα βλέπων· ἐφ' οἷς συγχεόμενος καὶ ταραττόμενος, λύπης τε πληρούμενος καὶ ἀμηχανίας, ἣν ἀδολεσχίαν ὠνόμασε, διετέλει. Ἐλυπεῖτο γοῦν καὶ ἐταράττετο, καὶ ἠδολέσχει ἀμηχανῶν καὶ ἀπορῶν ἐπὶ τοῖς τολμωμένοις, ἃ μικρὸν ὕστερον διέξεισι φάσκων· Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ τὰ ἑξῆς· ἅπερ, ὕστερόν ποτε δι' ἔργων κεχωρηκότα, προλαβὼν τῷ Πνεύματι τῷ ἁγίῳ ὁ προφήτης, ἐλυπεῖτο καὶ ἐταράττετο καὶ ἠδολέσχει, ἀθυμίας ἐμπιπλάμενος ἐπὶ τοῖς τὰ τοιαῦτα τολμῶσι. ∆ιὸ καὶ τὸν Θεὸν ἐπόπτην τῆς ἑαυτοῦ καταστάσεως γενέσθαι παρακαλεῖ λέγων· Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ἐν τοιαύτῃ δὲ γεγονὼς καταστάσει, ἠξίου λέγων ἑξῆς· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· δι' ὧν ἱκέτευε τὴν συμφωνίαν αὐτῶν τὴν κατὰ τοῦ Σωτῆρος διασκεδασθῆναι, τήν τε μεγαλαυχίαν αὐτῶν καὶ τὸ τῆς ἀλαζονείας ἔπαρμα ταπεινωθῆναι, πρὸς τὸ μὴ ἐπιτρίβεσθαι, καὶ αὔξειν αὐτῶν τὰ κακά. Εὔλογα τοίνυν αἰτῶν, διὰ τῆς δεήσεως ἠξίου μὴ ὑπεροραθῆναι· ἀλλὰ καὶ λύπης ἐπληροῦτο καὶ ταραχῆς, καὶ ἀδολεσχίας, φάσκων· Ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ἐχθροῦ δηλαδὴ καὶ ἁμαρτωλοῦ λαοῦ· θλίψιν γὰρ παρεῖχον τῷ πνεύματι τῷ προφητικῷ οἱ τὰ τοιαῦτα τολμῶντες. Εἶτ' ἐπιλέγει ἑξῆς· Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι, ἰδιοποιούμενον τὰ κατὰ τοῦ Σωτῆρος τετολμημένα. Καὶ ἐκ προσώπου δὲ τοῦ Σωτῆρος δύναται λέγεσθαι τά τε ἄλλα καὶ τό· Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι· ἢ κατὰ τὸν Σύμμαχον· Ὅτι ἐπέγραψαν κατ' ἐμοῦ ἀσέβειαν, καὶ μετ' ὀργῆς ἠναντιώθησάν μοι. Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμὲ, καὶ τὰ λοιπά. Πάντα ταῦτα πεπονθέναι ὁ προφήτης ὁμολογεῖ, διὰ τὸ προεωρακέναι τῷ πνεύματι τῷ προφητικῷ τὴν ἑξῆς δηλουμένην πόλιν ἀνομίας πληρουμένην καὶ ἀντιλογίας, καὶ κόπου, καὶ πόνου, καὶ ἀδικίας· καὶ τὸν ἰσόψυχον καὶ γνωστὸν τοῦ Σωτῆρος ἡμῶν τὰ ἐχθρῶν αὐτὸν καὶ πολεμίων διατιθέντα. Ἐπὶ τούτοις γὰρ τὴν συμπάθειαν αὐτοῦ δείκνυσι τῷ Θεῷ, καὶ ἣν ὑπέμεινεν εὔλογον ταραχήν· περὶ ἧς καὶ ἀνωτέρω ἔλεγεν· Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· καὶ νῦν πάλιν· Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί· κατὰ δὲ τὸν Ἀκύλαν, Ἡ καρδία μου, φησὶν, ὠδίνησεν ἐν ἐγκάτῳ μου· κατὰ δὲ τὸν Σύμμαχον· Ἡ καρδία μου διεστρωφᾶτο ἔνδον μου. Ἀλλὰ καὶ δειλία θανάτου εἰσέπεσεν ἐπ' αὐτόν· ἤτοι τοῦ Σωτηρίου θανάτου, ἐφ' ᾧ δειλίας ὁ προφήτης ἐπληροῦτο, ἀνθρωπίνῳ λογισμῷ κινούμενος, ἢ τοῦ τῶν ψυχῶν θανάτου τῶν ἀπόλλυσθαι μελλόντων διὰ τὰ τοιαῦτα τολμήματα. Ἀλλὰ καὶ φόβος καὶ τρόμος δι' ὑπερβολὴν εὐλαβείας ἐπέπιπτε τῷ προφήτῃ, ὁρῶντι τὸν Ἀγαπητὸν τοῦ Θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα. Ἐκάλυπτέ τε αὐτὸν σκότος, ἢ, κατὰ τὸν Ἀκύλαν, εἱλίνδησις· ἢ, κατὰ τὸν Σύμμαχον, φρίκη· ὡσανεὶ φρικτὰ καὶ σκότους ἀλη 23.477 θῶς ἄξια τὰ κατὰ τοῦ Σωτῆρος δρώμενα θεωροῦντα. Νοήσεις δὲ τὰ λεγόμενα ἐκ παραδείγματος τῶν κατὰ τοὺς ὀνείρους ἡμῖν συμβαινόντων· ἐπεὶ πολλάκις ὀνειρώττοντες, κἄπειτά τινα ὁρῶντες φοβερὰ, ἢ θῆρας διώκοντας, ἢ ἑρπετὰ, ἢ πολεμίους ἐπιόντας ἡμῖν, θορυβούμεθα τὴν ψυχὴν καὶ ἐξιστάμεθα, τρόμου καὶ ἀγωνίας, καὶ ἱδρῶτος ἐμπιπλάμενοι. Κατὰ τὸν αὐτὸν γὰρ, οἶμαι, τρόπον καὶ τὴν τοῦ προφήτου ψυχὴν τῶν μηδέπω παρόντων, μελλόντων δὲ