155
γίγνεσθαι πραγμάτων, τὴν θεωρίαν φωτὶ τοῦ προφητικοῦ πνεύματος τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἐντυπουμένην ὁρῶντα τεταράχθαι, καὶ φόβου καὶ δειλίας, καὶ τρόμου πεπληρῶσθαι διὰ τὴν τῶν θεωρουμένων κακῶν ὑπερβολήν. Εἶθ' ὥσπερ μέσος ἀποληφθεὶς τῶν ταῦτα δρώντων, μηδεμίαν τε ἔχων ἀποφυγὴν, μηδὲ ὅποι κλίνας ἑαυτὸν ἐκτὸς τῶν κακῶν γένοιτο, εὔχεται μετέωρος ἀρθῆναι, πτηνός τε δι' ἀέρος ἐκφυγεῖν. ∆ιὸ ἐπιλέγει· Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω; Περιστερᾶς γὰρ δίκην ἀκάκου πτέρυγας ἐκφεῦξαι καὶ πετασθῆναι, ὡς ἂν φύγοι τὰ κακὰ, ἠξίου. Οὐκοῦν καὶ περὶ τούτου ἀνωτέρω ἔλεγε τὸ, Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, ὡς ἂν τύχοι πτερύγων περιστερᾶς καὶ πετασθείη· μόνως γὰρ οὕτως, καὶ οὐδὲ ἄλλως, πόῤῥω γίνεσθαι τῆς τῶν ἀσεβῶν πόλεως οἷός τε ἦν. Κατὰ δὲ τὸν Σύμμαχον· Καὶ εἶπον· Τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς, πετασθῆναι, καὶ ἑδρασθῆναι; Πόῤῥω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ. Ἐξαίφνης ἂν ἐποίησα τὴν ἔκφευξίν μου ἀπὸ πνεύματος ἐπαίροντος· πόῤῥω γὰρ ἂν ἐποίησα, φησὶ, τὴν ἀναχώρησίν μου, εἰ ἔτυχον πτερύγων, φεύγων τοὺς τὰ προλεχθέντα τολμῶντας, καὶ τὰς ἐρήμους μᾶλλον τῆς εἰρημένης πόλεως προετίμων. Οὕτως τε ἐν τῇ ἐρήμῳ γεγονὼς, προσεδεχόμην ἂν τὸν σώζοντά με ἀπὸ τῆς γενομένης μοι ὀλιγοψυχίας, καὶ ἀπὸ τῆς καταλαβούσης με καταιγίδος. Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, καὶ τὰ ἑξῆς. Τὴν αἰτίαν δι' ἣν ηὔξατο πτερύγων τυχεῖν, ὡς ἂν πετασθείη καὶ φύγοι, ἔρημόν τε μᾶλλον οἰκεῖν ἑλέσθαι ἢ τὴν δηλουμένην πόλιν, διὰ τῶν προκειμένων διδάσκει λέγων· Ἐπειδὴ τάδε καὶ τάδε προγνώσει τοῦ προφητικοῦ πνεύματος ἐθεασάμην πραχθησόμενα ἐν τῇ πόλει, τούτου χάριν ἐντεῦθεν ἤδη φεύγειν διανενόημαι τὴν τῶν κακῶν πληθύν. Πρῶτον γὰρ ἀσέβημα τῶν τὴν προλεχθεῖσαν πόλιν οἰκησάντων ὁρῶ τὸ ἐκ τῆς γλώττης αὐτῶν. Πάντες γὰρ ὤξυναν ἑαυτῶν ἐπὶ κακῷ συμφωνήσαντες τὰς γλώττας κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ· διὸ, μὴ φέρων αὐτῶν τὴν μοχθηρὰν ταύτην καὶ ἀσεβῆ συμφωνίαν, εὔχομαι λέγων· Ὦ Κύριε, καταπόντισον καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Ἢ, κατὰ τὸν Σύμμαχον· Καταποντισθῆναι ποίησον, ∆έσποτα, καὶ ἀσύμφωνον ποίησον τὴν γλῶσσαν αὐτῶν. Τῆς γὰρ μοχθηρᾶς συμφωνίας πολὺ κρεῖττον γένοιτ' ἂν ἡ ἀσυμφωνία, ἀτονωτέραν καὶ ἀσθενεστέραν κακίαν ἀπεργαζομένη. Τοῦτο μὲν οὖν τὸ πρῶτον ἦν αὐτῶν κακόν. Οἵ τε γὰρ τοῦ ἔθνους προεστῶτες, νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς, καὶ λοιποὶ ἄρχοντες τοῦ λαοῦ, δολίως αὐτῷ προσιόντες, πειράζειν αὐτὸν ἐτόλ 23.480 μων, λαβὰς θηρώμενοι, καὶ ἐπιβουλὰς κατ' αὐτοῦ συσκευαζόμενοι. Ὃ δὴ καὶ ἕτερος ᾐνίττετο ψαλμὸς ἐξ αὐτοῦ προσώπου φήσας· Περιεκύκλωσάν με ταῦροι πολλοὶ, μόσχοι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Κἀκεῖ γὰρ τοὺς ἄρχοντας ᾐνίττετο τοῦ λαοῦ· διὸ πάλιν τοῦ στόματος αὐτῶν ἐμνημόνευε διὰ τὰς κατ' αὐτοῦ ἐπιβουλάς τε καὶ σκέψεις. Καὶ ὁ πᾶς δὲ τῶν Ἰουδαίων λαὸς ὁποίας ἐπὶ τοῦ Ποντίου Πιλάτου κατ' αὐτοῦ προσήκατο φωνὰς, ἱστορεῖ τὰ Εὐαγγέλια. Ὃ δὴ καὶ αὐτὸ παρίστη ἐν καʹ ψαλμῷ ὁ εἰπών· Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Καὶ ταῦτα πάντα ἐν τῇ δηλουμένῃ ἐπράττετο πόλει· διὸ λέλεκται ἐν τοῖς προκειμένοις· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Εἶτ' ἐπιλέγει· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν, καὶ τὰ ἑξῆς· ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ὅτι ἐθεώρησα βίαιον ἀδικίαν καὶ ἀδικασίαν ἐν τῇ πόλει, ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτῆς τὰ τείχη, ὀδύνην καὶ ταλαιπωρίαν ἔνδον αὐτῆς, ἐπηρείας ἔνδον αὐτῆς, ἀχώριστον ἀπὸ τῶν πλατειῶν αὐτῆς ζημίαν καὶ ἐπίθεσιν. Ἀνομίας δὲ ἔργα ἦν τὰ κατὰ τοῦ Σωτῆρος τολμώμενα, καὶ βίαιος