156
ὡς ἀληθῶς ἀδικία. Ἀντὶ γὰρ τοῦ ἀγαπᾷν, φησὶν, ἐνδιέβαλλόν με· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Ἀντιλογία δὲ ἦν ἐν αὐτοῖς καὶ ἀδικασία, πολλῶν μαρτύρων παριόντων κατ' αὐτοῦ, καὶ μηδὲν ἀληθὲς σύμφωνον λεγόντων. Καὶ ταῦτα ἐπράττετο οὐ δι' ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός. Οὕτω γὰρ ἐν νυκτὶ Πέτρος ἀρνεῖται, ὅτε Ἰούδας μετὰ φανῶν καὶ λαμπάδων ἐπῄει. Ἀλλὰ καὶ νὺξ ἦν ὅτε ἀπῆγον αὐτὸν ποτὲ μὲν πρὸς Ἄνναν, ποτὲ δὲ καὶ πρὸς Καϊάφαν, ὕβρεσι παντοίαις ἀτιμάζοντες. Πρωΐας τε γενομένης, δήσαντες αὐτὸν ἤγαγον καὶ παρέδωκαν Πιλάτῳ, τά τε κατὰ τὸ πάθος ἐνήργουν. Ἃ δὴ πάντα τῷ πνεύματι προϊδὼν ὁ προφήτης, ἀνεφώνει λέγων· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτὴν, κατὰ τὸν Σύμμαχον. Καὶ ταῦτα μὲν ἐν τῇ πόλει· περὶ δὲ τὰ τείχη αὐτῆς ἀνομία καὶ κόπος, ἢ, κατὰ τὸν Σύμμαχον, ὀδύνη καὶ ταλαιπωρία. Σημαίνει δὲ τὰ ἐκτὸς τῆς πόλεως πεπραγμένα, ὁπηνίκα κατεξαγαγόντες αὐτὸν ἤγαγον εἰς τὸν λεγόμενον τόπον Γολγοθά. Καὶ τὰ μὲν ἔξω τοιαῦτα ἦν, μεστὰ ἀληθῶς ὀδύνης καὶ ταλαιπωρίας· πάλιν δὲ τὰ ἔνδον αὐτῆς, ἐπηρείας, φησὶ καὶ ζημίας καὶ ἐπιθέσεως εἶδον μεστά· ἀδικία τε ἦν ἐν μέσῳ αὐτῆς, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας, ὄφλημα καὶ ἐπίθεσιν, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ζημίαν καὶ ἐπίθεσιν. Πάντων γὰρ πεπλήρωντο κακῶν οἱ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν συσκευασάμενοι. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐλίπα 23.481 νάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Εἰς ἑαυτοῦ πρόσωπον ἀναλαβὼν ὁ Προφήτης τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν τολμηθησόμενα, εἰκότως ἔφασκε τεταράχθαι καὶ δειλίας θανάτου πεπληρῶσθαι. Μάλιστα μὲν γὰρ καὶ πᾶσα, φησὶν, ἡ πόλις πεπλήρωτο ἀνομίας καὶ ἀντιλογίας, οὐ δι' ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός· τὰ δ' ἐκτὸς τῆς πόλεως ἀμφὶ τὰ τείχη αὐτῆς ἀνομίας ἔμπλεα ἦν καὶ ὀδύνης καὶ ταλαιπωρίας· οὐ μὴν ἀλλὰ καὶ πάντων αὐτῶν αἱ ψυχαὶ ζημίας ἐτύγχανον καὶ ἐπιθέσεως μεσταί. Τὸ δὲ πάντων χείριστον, ὅτι καὶ τῶν ἐμῶν ἰσοψύχων εἷς, τῶν τε σφόδρα γνωρίμων καὶ γνωστῶν ἐμοὶ, τοιαῦτα κατ' ἐμοῦ πεπαρῴνηκεν, ὡς ἀφόρητα εἶναι, καὶ οὐκ οἰστά. Τὰ μὲν γὰρ ὑπ' ἐχθρῶν καὶ ὁμολογούντων ἐναντιοῦσθαι καὶ μισεῖν ἐκ τοῦ προφανοῦς, οἰστὰ ἂν γένοιντό ποτε· ἐπεὶ καὶ προφυλάττεσθαι τοὺς ἐχθροὺς κρύπτεσθαί τε ἀπ' αὐτῶν δυνατὸν, καὶ μηδὲν ξένον ἡγεῖσθαι τοὺς τῶν ἐχθρῶν ὀνειδισμούς· ὅταν δὲ φίλος ἰσόψυχος, ὅταν ὁ τῆς παρ' ἐμοὶ τιμῆς τε καὶ ἐκλογῆς κατηξιωμένος, ὅταν ὁμοτράπεζος μαθητὴς, ὅταν ὁ συνεισελθὼν ἐμοὶ πολλάκις εἰς τὸν τοῦ Θεοῦ οἶκον, συμπροσευξάμενός τε καὶ μυστικῆς ἀπολαύσας τροφῆς, λόγων τε ἀποῤῥήτων τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν μετασχὼν, τοιαῦτα κατ' ἐμοῦ ὁρῶν, οὐκέτ' ἂν γένοιτο ἀνεκτά. Ταῦτα δὲ ἀκολούθως μετὰ τὰ προλεχθέντα περὶ τῶν ἐν τῇ πόλει τετολμημένων, ἰδίως περὶ τοῦ προδότου Ἰούδα ἐθεσπίζετο. Ἃ δὴ καὶ αὐτὰ τοῦτον ὁ Σύμμαχος ἡρμήνευσε τὸν τρόπον· Οὐ γὰρ ἐχθρὸς προεπηλάκισέ με, ἵνα βαστάξω· οὐδὲ διὰ μίσους μοι ἐπ' ἐμὲ ἐμεγάλυνε πτερνισμὸν, ἵνα κρύβωμαι αὐτόν. Ἀλλὰ σὺ, ἄνθρωπε, ὁμοιότροπός μοι, συνήθης καὶ γνώριμός μοι, οἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν· ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἀναστρεφόμεθα συνδιαιτώμενοι. Ἐλθέτω θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν, ἐν μέσῳ αὐτῶν. Ἤδη πολλάκις ἡμῖν καὶ διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται, ὅτι τὰ προῤῥητικὰ προστακτικῷ τρόπῳ ἔθος τῇ θείᾳ Γραφῇ προφέρεσθαι· καὶ ἐνταῦθα τοίνυν ἀντὶ τοῦ, Ἐλεύσεται θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήσονται εἰς ᾅδου ζῶντες, προστακτικῶς εἴρηται τὰ προκείμενα. Θεσπίζει δὲ τὸ Πνεῦμα τὸ ἅγιον τὰ συμβησόμενα