157
τοῖς τὰ προλεχθέντα τετολμηκόσιν. Ὁ γοῦν Ἀκύλας ὀρθότερον ἡρμήνευσεν εἰπών· Ἐπάξει θάνατον ἐπ' αὐτούς. Τίς δὲ θάνατον ἐπάξει ἐπ' αὐτοὺς ἢ τὰ ἔργα αὐτῶν; Αὐτὰ γὰρ αὐτοῖς αἴτια γεγένηται θανάτου, ἢ ὁ κρίνας αὐτοὺς θανάτου ἀξίους διὰ τὰς ἀσεβεῖς πράξεις αὐτῶν. Θάνατος δὲ τοὺς ἀσεβεῖς μετερχόμενος οὐχ ὁ κοινὸς ἂν λέγοιτο· οὗτος γὰρ καὶ τοὺς δικαίους ἅπαντας μετῆλθεν· οἳ καὶ μετὰ τὸν κοινὸν θάνατον ζῶσι παρὰ τῷ Θεῷ· ὥσπερ οὖν ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ,οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ψυχῶν δὲ θάνατος καὶ παρὰ τῷ Ἐζεκιὴλ δεδήλωται φάσκοντι· Ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. Ἐπεὶ 23.484 τοίνυν ἑαυτοὺς τῆς ζωῆς οἱ δηλούμενοι κεχωρίκασιν, ἦν δὲ ὁ Σωτὴρ ἡμῶν ἡ ζωή· Ὃ γέγονε γὰρ ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· εἰκότως, ἀποτμηθέντες αὐτοῦ, τῷ τῆς ψυχῆς θανάτῳ παρεδόθησαν· οὐχ ὥστε φθαρῆναι αὐτὴν καὶ ἀφανισθῆναι εἰς τὸ μὴ ὂν χωρήσασαν, ἀλλ' ὥστε ζῶσαν αὐτὴν καὶ ἀθάνατον τὴν οὐσίαν κεκτημένην ἐν τῷ λεχθέντι θανάτῳ διάγειν. ∆ιὸ λέλεκται· Καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. Οὐ τὸν ἀφανισμὸν ψυχῶν ἐδήλου λέγων· Ἐλθέτω θάνατος ἐπ' αὐτοὺς, ἀλλὰ τὸν ἀπὸ τῆς κατὰ Θεὸν ζωῆς χωρισμὸν, καὶ τὴν εἰς τὸν ᾅδην κατοίκησιν. Μήποτε δὲ καὶ ἄλλως ζῶντες εἰς ᾅδου κατῄεσαν, ἐν γνώσει ἁμαρτάνοντες, καὶ εἰδότες μὲν τὸν Σωτῆρα ὡς αὐτὸς εἶ ὁ Χριστὸς τοῦ Θεοῦ, προσποιούμενοι δὲ μὴ εἶναι; ∆ιὸ καὶ ὁμοίως τοῖς περὶ ∆αθὰν καὶ Ἀβηρὼν καταποθήσεσθαι καὶ αὐτοὺς, εἰς ᾅδου τε ζῶντας καταβήσεσθαι προαγορεύει. Ἀντὶ δὲ τοῦ, Πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν· τῶν γὰρ κατὰ τοῦ Σωτῆρος γενομένων αἱ συστάσεις καὶ αἱ κατὰ τὸ αὐτὸ σύνοδοι πονηραὶ γεγόνασι, διὸ καὶ ὁ Ἀκύλας φησίν· Ὅτι πονηρίαι ἐν συστροφῇ αὐτῶν. Ἐπεὶ τοίνυν οὐκ ἐπὶ καλῷ συνήρχοντο, συστροφάς τε καὶ συστάσεις πονηρὰς ἐποιοῦντο, εἰκότως ἐθέσπισεν ὁποῖον αὐτοὺς διαλήψεται τέλος. Ἐγὼ πρὸς Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με, καὶ τὰ ἑξῆς. Εἰ καὶ τὰ μάλιστα, φησὶ, τῷ πνεύματι τῷ προφητικῷ τὴν μέλλουσαν γενήσεσθαι ἀνομίαν ἐν τῇ προλεχθείσῃ πόλει θεασάμενος, ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· ὅμως δ' οὖν, τὰ τέλη συνιδὼν τῶν πραγμάτων, εὖ οἶδ', ὅτι, βοήσας πρὸς τὸν Θεὸν, οὐ καταλειφθήσομαι, τεύξομαι δὲ σωτηρίας, τῆς τοῦ κοινοῦ Σωτῆρος χάριτος καὶ μέχρις ἐμοῦ διαβησομένης. Λέγει δὲ ταῦτα ὁ προφήτης, κατὰ μὲν τοὺς Ἑβδομήκοντα, τὸ μέλλον ἔσεσθαι ὡς παρῳχηκὸς ἑρμηνεύων· διὸ λέλεκται· Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με· κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, μελλητικῶς προφητεύει καὶ ταῦτα. Ὁ γοῦν Ἀκύλας φησίν· Ἐγὼ πρὸς τὸν Θεὸν καλέσω, καὶ Κύριος σώσει με· καὶ ὁ Θεοδοτίων· Ἐγὼ πρὸς τὸν Θεὸν κεκράξομαι, καὶ Κύριος σώσει με. Τῶν γὰρ κατὰ τοῦ Σωτῆρος τολμηθησομένων τοιούτων ὄντων, ἐγὼ ὁ πρότερον εἰρηκὼς, Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ· φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμὲ, καὶ ἐκάλυψέ με σκότος, ταῦτα παθὼν διὰ τὴν τῶν ἀποκαλυφθέντων μοι θέαν, πρὸς τὸν Θεὸν ἐκέκραξα. Ὁ δὲ, μὴ παριδών με, κατηξίωσε φανερά μοι καταστῆσαι, ὥσπερ τὰ σκυθρωπὰ πρότερον ἐδείκνυ, οὕτω καὶ τὰ φαιδρότερα· λέγω δὲ καὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος καὶ τὴν παρὰ τῷ Πατρὶ δόξαν. Καὶ ταῦτα δὲ ἰδὼν, ἐσώθην· διό φημι· Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ Κύριος ἔσωσέ με. Σωθεὶς δὲ οὐκέτι ἠρεμῶ, οὐδὲ ἡσυχίαν ἄγειν δύναμαι· ἀλλὰ κηρύττω καὶ πάντας ἀνθρώπους εὐαγγελίζομαι, διηγούμενος ἐφ' ἑκάστης ἡμέρας καὶ ὥρας, ἀπαγγέλλων τε εἰς πάντας ἅπερ ἐν ἁγίῳ πνεύματι τῷ προφητικῷ τεθέαμαι 23.485 θαυμαστὰ καὶ παράδοξα. ∆ιό φημι· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ. Ἐμοῦ δὲ ταῦτα βοῶντος εἰς πάντας ἐξότε καὶ μέχρις ἑσπέρας, ἐν αὐτῷ τε τῷ ἀκμαιοτάτῳ φωτὶ τῆς μεσημβρινῆς ἡμέρας τὰ σωτήρια τέλη κηρύττοντος, εἰσακούσεται τῆς φωνῆς μου ὁ