159
εἰσι βολίδες, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί. Ὅρα δὲ τίνα τρόπον κἀνταῦθα δύο τάγματα παρίστησιν ὁ λόγος· ἒν μὲν πολλῶν ἀθρόως κατὰ τὸ αὐτὸ, περὶ ὧν πληθυντικῶς φησι· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν· ἕτερον δὲ ὥσπερ ἑνὸς μεμονωμένου, περὶ οὗ ἰδίως ἐπιλέγει· Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί. Καὶ ταῦτ' ἦν τὰ δύο τάγματα τὰ διὰ τῶν ἔμπροσθεν δηλούμενα, τό τε τῶν τὴν πόλιν οἰκούντων, περὶ ὧν ἐλέγετο· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· καὶ τὸ περὶ τοῦ προδότου, περὶ οὗ ἔφασκεν ὁ λόγος· Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ προσῄεσαν τῷ Σωτῆρι μεθ' ὑποκρίσεως καὶ κολακείας οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ποτὲ μὲν διδάσκαλον ἀποκαλοῦντες οὐ σὺν καθαρᾷ καρδίᾳ, ποτὲ δὲ λέγοντες αὐτῷ· Οἴδαμεν, ὅτι ἀληθὴς εἶ, καὶ τὸν λόγον τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις· καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου· εἰκότως περὶ αὐτῶν φησιν ἐνταῦθα ὁ λόγος· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ἐπειδὴ καὶ Ῥαββεὶν αὐτὸν καὶ διδάσκαλον ἀποκαλεῖ, σύμβολά τε διαθέσεως καὶ φιλίας παρεῖχε, τὴν προδοσίαν ποιούμενος, εἰκότως περὶ αὐτοῦ λέλεκται· Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί· ἢ κατὰ τοὺς Ἑβδομήκοντα· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ, καὶ τὰ ἑξῆς. Οἱ μὲν σὺν ἀπάτῃ 23.489 καὶ ὑποκρίσει ἁπαλύνοντες ἑαυτῶν τοὺς λόγους ἐκ τοῦ φανεροῦ, ἔσωθεν δὲ αὐτοὺς ἀκοντίσαντες ὑπὲρ βολίδας, ἀλλὰ καὶ αὐτὸς ὁ προδότης γεγονὼς τοῦ Σωτῆρος, ὁποίου τέλους τεύξονται δεδήλωται· σὺ δὲ ὁ τούτων ἀκροώμενος, σωφρονισθεὶς ἀπὸ τοῦ τῶν προλελεγμένων τέλους, καὶ ὁ τῷ προφητευομένῳ ὅλον σαυτὸν ἐπιδιδοὺς, θάρσει, τὴν σαυτοῦ φροντίδα ἐπιῤῥίψας ἐπ' αὐτὸν, οἷα Καινῇ ∆ιαθήκῃ μαθητευθεὶς, δι' ἧς αὐτὸς ὁ Σωτὴρ παιδεύει λέγων· Μὴ μεριμνήσητε τί φάγητε, μηδὲ τί πίητε· καὶ, Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ταῦτ' οὖν φυλάξας, ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει, τὸν ἄρτον σοι διδοὺς τὸν ἐπιούσιον, καὶ τὴν λογικὴν καὶ ἐπουράνιον τροφήν· ἐπαρκῶν δὲ καὶ τὰ πρὸς τὸν βίον χρειώδη. Τούτῳ γὰρ ἐπήγγελται φήσας· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ τοῦ τι αὐτὸν αἰτῆσαι ὑμᾶς. Αὐτός σε δὲ διαθρέψει, ὡς καὶ πάντα δίκαιον· οὐδένα γὰρ πώποτε τῶν δικαίων καταλέλοιπεν, ὡς ὑπομεῖναι αὐτὸν σάλον πρὸς τὸ σαλευθῆναι καὶ ἐκπεσεῖν. ∆ιὸ λέλεκται ἑξῆς· Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ· ἢ κατὰ τὸν Σύμμαχον· Οὐκ ἐκδώσει εἰς αἰῶνα κλεισθῆναι δίκαιον. ∆ιὸ λέλεκται ἐν ἑτέροις· Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ταῦτ' εἰπὼν, ἑξῆς ἐπάγει περὶ τῶν ἐπιβούλων τοῦ Σωτῆρος τὸ, Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἢ κατὰ τὸν Σύμμαχον· Σὺ δὲ ὁ Θεὸς κατενέγκεις αὐτοὺς εἰς λάκκον διαφθορᾶς· περὶ οὗ λάκκου μυρία διὰ τῶν ἔμπροσθεν εἴρηται· ὥσπερ ἐν τῷ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ πάλιν· Μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· καὶ αὖθις· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ἀλλ' ὁ μὲν δίκαιος διασώζεται πρὸς τὸ μὴ κατενεχθῆναι εἰς τὸν δηλούμενον λάκκον· οἱ δὲ ἀσεβεῖς κάτω φέρονται εἰς αὐτὸν, ὑπὸ τοῦ Θεοῦ καταρασσόμενοι, ὡς εἰς κατάλληλον αὐτοῖς χωρίον. Λάκκον δὲ ταλαιπωρίας