160
καὶ πηλὸν ἰλύος, καὶ φρέαρ διαφθορᾶς τὸν τοῦ θανάτου τόπον καλεῖν εἴωθεν ὁ λόγος· εἰς ὃν καταβάλλονται δίκην τῶν ἄνωθεν καταφερομένων ἐν τοῖς λάκκοις ὑδάτων αἱ τῶν ἀσεβῶν ψυχαί. Καὶ ἐπειδήπερ διὰ τῶν ἔμπροσθεν τοὺς φονευτὰς τοῦ Σωτῆρος ἡμῶν ἐδήλου, ἀκολούθως καὶ νῦν περὶ τῶν αὐτῶν φησιν· Ἄνδρες αἱμάτων καὶ δολιότητος· οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Σύμμαχον· Μιαιφόνοι καὶ δόλιοι οὐχ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Ἀκύλαν· Ἄνδρες αἱμάτων καὶ ἐπιθέσεως οὐχ ἡμισεύσωσιν ἡμέρας αὐτῶν. Νοήσεις δὲ ὅπως ἐπληροῦντο καὶ ταῦτα ἐπιστήσας, ὡς παραχρῆμα καὶ μετ' οὐ πολὺν χρόνον τῆς κατὰ 23.492 τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς ἄρδην τὸ πᾶν γένος τῶν προλεχθέντων ὀλέθρῳ παρεδόθη, μετελθούσης αὐτοὺς τῆς ὀργῆς ἐν τῇ καταλαβούσῃ αὐτοὺς πολιορκίᾳ κατὰ τὸν Ῥωμαϊκὸν πόλεμον. Καὶ τέως μὲν κατὰ τὸν παρόντα καιρὸν, καὶ τὸν θνητὸν ἐν ἀνθρώποις βίον, μηδὲ ἡμισεύσαντες τὰς ἡμέρας αὐτῶν τοιαύτῃ παρεδόθησαν ἀπωλείᾳ οἱ ἄνδρες αἱμάτων καὶ δολιότητος· μετὰ δὲ τὴν ἐνταῦθα τελευτὴν, ὁποῖα αὐτοὺς διαδέξεται, προδεδήλωται διὰ τοῦ, Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς. Ταῦτα μὲν οὖν ἐκεῖνοι πείσονται· Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ· ἤτοι ὁ ταῦτα θεσπίζων προφήτης, ἢ καὶ αὐτὸς ὁ προφητευόμενος. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΤΟΥ ΛΑΟΥ, ΤΟΥ ΑΠΟ ΤΩΝ ΑΓΙΩΝ ΜΕΜΑΚΡΥΜΜΕΝΟΥ, ΤΟΥ ∆ΑΥΙ∆
ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΟΠΟΤΕ ΕΚΡΑΤΗΣΑΝ ΑΥΤΟΝ ΟΙ ΑΛΛΟΦΥΛΟΙ ΕΝ ΓΕΘ. ΝΕʹ.
Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. Λαὸς ἀπὸ τῶν ἁγίων μεμακρυμμένος, ὅσον ἐπὶ τῆς ἱστορίας, ἔοικεν εἶναι ὁ σὺν τῷ ∆αυῒδ φεύγων ἀπὸ προσώπου Σαούλ· ἦσαν δὲ τὸν ἀριθμὸν ἄνδρες ἑξακόσιοι, ὡς ἡ Γραφὴ μαρτυρεῖ τῶν Βασιλειῶν. Ἐπεὶ δὲ δὶς γέγονεν παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις· ἅπαξ, ὅτε μόνος ἀποληφθεὶς εἴσω πυλῶν, μανίαν προσεποιήθη, ὅτε καὶ ἐτυμπάνιζεν ἐν ταῖς πύλαις τῆς πόλεως, καὶ κατέῤῥει τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα αὐτοῦ· ἄλλοτε δὲ, ὅτε σὺν ἀνδράσιν χʹ προσέφυγε τῷ βασιλεῖ τῆς Γὲθ, ἀφώρισέ τε αὐτῷ οἰκητήριον τὴν Σίκελα. Ταῦτ' ἔοικεν ἡ προκειμένη στηλογραφία εἰρῆσθαι τῷ ∆αυῒδ, καθ' ὃν καιρὸν ἅμα τοῖς χʹ τοῖς σὺν αὐτῷ φεύγουσιν ἐπεδήμει τοῖς ἐν Γέθ· ὑπεδέξαντό τε αὐτὸν καὶ κατέσχον παρ' ἑαυτοῖς ὡς φίλον, ὅτε καὶ τιμῆς ἀξιοῦται παρὰ τῷ βασιλεῖ Γέθ. ∆ιὸ τὰ τῆς προγραφῆς περιέχει· Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ, τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, τῷ ∆αυῒδ, στηλογραφία, ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· Τῷ νικοποιῷ ὑπὲρ περιστερᾶς ἀλάλου, μακρυσμῶν τοῦ ∆αυῒδ ταπεινοῦ, τελείου, ἐν τῷ κρατῆσαι αὐτὸν Φυλισταίους ἐν Γέθ· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπινίκιον ὑπὲρ τῆς περιστερᾶς, ὑπὲρ τοῦ φύλου ἀπωσμένου τοῦ ∆αυῒδ, τοῦ ταπεινόφρονος καὶ ἀμώμου, ὅτε κατέσχον αὐτὸν οἱ Φυλισταῖοι ἐν Γέθ· ἡ δὲ πέμπτη ἔκδοσις· Τῷ νικοποιῷ ὑπὲρ τῆς περιστερᾶς τῆς μογιλάλου, κεκρυμμένων τῷ ∆αυῒδ, εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· καὶ ὁ Θεοδοτίων δὲ ἀντὶ τοῦ, Ὑπὲρ τοῦ λαοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, ὑπὲρ τῆς περιστερᾶς, ὁμοίως τοῖς λοιποῖς ἐξέδωκε. Τάχα δέ που αἰνίττονται οἱ περιστερὰν ἄλαλον ἢ μογιλάλον εἰρηκότες αὐτὸν τὸν ∆αυῒδ παρὰ τοῖς ἀλλοφύλοις ὄντα, καὶ μὴ δυνάμενον λαλεῖν συνήθως τὰς ἐν ἁγίῳ Πνεύματι προφητείας, μηδὲ σὺν παῤῥησίᾳ τοὺς ὕμνους προσφέρεσθαι. ∆ιὸ μογιλάλον περιστερὰν ἢ καὶ ἄλαλον αὐτὸν ὠνόμαζον. Καὶ ἐν τῷ πρὸ τούτου δὲ ψαλμῷ λέλεκτο· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; Καὶ πετασθήσομαι ἢ καὶ ἑδρασθήσομαι. Πόῤῥω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ, κατὰ τὸν Σύμμα 23.493 χον. Ἐπεὶ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐν τῷ Προφήτῃ