161
ἐνεργοῦν, ὃ καὶ ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Σωτῆρα κατεληλυθέναι μαρτυρεῖται, τρυφερὸν ὂν καὶ ἄκακον, ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ διωκομένου τοῦ ∆αυῒδ, ἐλαυνόμενόν τε οὐκ ἠμύνετο, ἀλλ' ἐῴκει περιστερᾷ ἀλάλῳ μακρυνομένῃ καὶ ἀπωθουμένῃ ὑπὸ τῶν διωκόντων· τούτου χάριν κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ὑπὲρ τῆς περιστερᾶς, εἴρηται. Ἀντὶ δὲ τοῦ, εἰς στηλογραφίαν, ὁ μὲν Ἀκύλας, ταπεινοῦ τελείου· ὁ δὲ Σύμμαχος, τοῦ ταπεινόφρονος καὶ ἀμώμου, ἡρμήνευσεν, τὸν τρόπον δηλοῦντες δι' ὃν ὥσπερ στήλης καὶ αἰωνίας μνήμης ἠξιοῦτο παρὰ τῷ Θεῷ ἡ τοῦ Προφήτου ἀρετή. Τὸ γὰρ μέγιστον τοῦ ∆αυῒδ κατόρθωμα ἡ ταπεινότης ἦν καὶ ἡ ταπεινοφροσύνη, καθ' ἣν τελείαν ἐπεδείκνυτο ἀρετὴν, οὐδένα μῶμον ἐπαγομένην. ∆ιὸ τοὺς προκειμένους λόγους, ὑπερβαλλούσης καὶ τελείας ταπεινοφροσύνης δείγματα περιέχοντας, ἀνέπεμπε τῷ Θεῷ λέγων· Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὡς πρὸς τὴν λέξιν τὸν Σαοὺλ σημαίνων, ἐπαναβάντα αὐτῷ, καὶ οὐ μίαν ἡμέραν, ἀλλὰ καὶ πολλὰς ἐπιθέμενον τῷ κατ' αὐτοῦ πολέμῳ· διὸ ἐπιλέγει· Ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. Εἶτ' ἐπειδήπερ τῷ θείῳ Πνεύματι συνεώρα οὐχ οὕτως τὸν Σαοὺλ αἴτιον ὄντα τῆς τοσαύτης κατ' αὐτοῦ σπουδῆς, ὅσον ἀφανεῖς τινας καὶ νοητοὺς ἐχθροὺς ἀοράτους, δηλαδὴ δυνάμεις καὶ πνεύματα πονηρὰ, τὸν Σαοὺλ ἐνεργοῦντα καὶ διεγείροντα ἐπὶ τὸν κατ' αὐτοῦ πόλεμον, εἰκότως ἐπιλέγει· Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν· ἢ κατὰ τὸν Σύμμαχον· Ἐπέτριβον οἱ θλίβοντές με κατὰ πᾶσαν ἡμέραν. Τίνες δὲ οἱ ἐχθροὶ καὶ οἱ θλίβοντες αὐτὸν, οἱ τὸν Σαοὺλ ἐνεργοῦντες, διασαφεῖ ἑξῆς λέγων· Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. Οὐ γὰρ ἠγνόει, ὡς οὐκ ἦν αὐτῷ ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὑφ' ὧν ὁ Σαοὺλ ἀκονώμενος, τὸν μηδὲν αὐτῷ λελυπηκότα πώποτε μάτην ἤλαυνε καὶ ἐπολέμει. Εἶθ' ἑξῆς φησιν· Ἡμέρας φοβηθήσομαι, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ὃ δὴ διεσάφησεν ὁ Σύμμαχος εἰπών· Ἐν ᾗ ἂν ἡμέρᾳ φοβηθῶ, σοὶ πέποιθα. Εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ ἄνθρωπός με καταπεπατηκέναι, πολὺς γενόμενος κατ' ἐμοῦ ὁ Σαοὺλ, ἀλλ' οἱ ἐχθροί μου καὶ οἱ πολεμοῦντές με ἄνωθεν, ἀπὸ ὕψους τὰ ἑαυτῶν βέλη κατὰ τῆς ἐμῆς βάλλοντες ψυχῆς πλεῖστοι τυγχάνουσι. Τούτων δὲ πάντων καταφρονεῖν μεμάθηκα διὰ σὲ τὸν ἐμὸν πρόμαχον καὶ ὑπερασπιστήν. Σοὶ γὰρ πεποιθὼς, εἴποτε ἐμπέσοι φόβος τῇ ἐμῇ ψυχῇ, διακρούομαι τοῦτον, σοὶ τῷ ὑπερασπιστῇ μου θαῤῥῶν. Ἐν τῷ Κυρίῳ ἐπαινέσω τοὺς λόγους μου, ἐπὶ τῷ Θεῷ ἤλπισα· οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ. Ἀντὶ τοῦ, ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου, ὁ μὲν Σύμμαχος, διὰ τοῦ Θεοῦ ὑμνήσω τὸν λόγον αὐτοῦ· ὁ δὲ Ἀκύλας· ἐν τῷ Θεῷ ὑμνήσω ῥήματα αὐτοῦ· καὶ ἡ πέμπτη ἔκδοσις· ἐν τῷ Θεῷ ἐπαινέσω τὸν λόγον μου, ἐκδεδώκασιν. Εἴ ποτε, φησὶ, φόβος ἐκ τῆς τῶν πολεμούντων με ταραχῆς ἐνέπιπτέ μοι, διεκρουόμην αὐτὸν ἐλπίζων ἐπὶ σέ· καὶ ἀντὶ ἐπῳδῆς καὶ φυλακτηρίων, 23.496 ὕμνους διεξῄειν· ὑμνῶν γὰρ τὸν λόγον σου ἐβοηθούμην, ὡς μηδένα τῶν διωκόντων ἐπιστρέφεσθαι. Οὕτως ἐπὶ τῷ Θεῷ ἐλπίζων, καὶ τοὺς λόγους αὐτοῦ φέρων ἐν τῷ στόματί μου, πάσης τῆς ἐξ ἀνθρώπων ἐπιβουλῆς κατεφρόνουν, οὐ φοβούμενος τί ποιήσει μοι σάρξ. Τί γὰρ ἂν καὶ δύναιτο σὰρξ καὶ αἷμα πρὸς Θεὸν βοηθόν; Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; φησὶν ὁ Ἀπόστολος. Σὰρξ δὲ ἦν ὁ Σαοὺλ, τὰ τῆς σαρκὸς φρονῶν· ὃ δὴ παρίστησιν ὁ Ἀπόστολος γράφων Κορινθίοις· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σάρκινοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Ὁ δὲ καὶ τὸν Σαοὺλ ζήλου πεπληρωμένον καὶ ἔριδος, καὶ διὰ ταῦτα τὸν ∆αυῒδ ἐλαύνοντα, σάρκα ὠνόμασεν εἰπών· Οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ. Εἶτά φησιν· Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· ∆ιὰ πάσης ἡμέρας λόγους περὶ