162
ἐμοῦ ἐφρόντιζον· κατ' ἐμοῦ πᾶς διαλογισμὸς αὐτῶν εἰς κακόν. Ὡς γὰρ μηδὲν ἔχοντες ἕτερον πράττειν, μηδὲ περὶ ἑτέρων λόγους κινεῖν, τὴν πᾶσαν ἑαυτῶν σχολὴν τοῖς περὶ ἐμοῦ λόγοις καὶ τοῖς κατ' ἐμοῦ λογισμοῖς ἀνετίθεσαν, οὐδὲν ἀγαθὸν περὶ ἐμοῦ βουλευόμενοι. Ἀλλ' εἰς κακὸν καὶ ἐπὶ κακῷ τὴν ἑαυτῶν ἀναλίσκοντες σπουδήν. Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι. Καθάπερ ὑπέμειναν τὴν ψυχήν μου, ὑπὲρ τοῦ μηδενὸς σώσεις αὐτούς· ἐν ὀργῇ λαοὺς κατάξεις, ὁ Θεός. Καὶ ταῦτα ἀσαφῶς εἰρημένα παρὰ τοῖς Ἑβδομήκοντα, λευκότερον διηρμήνευσεν ὁ Σύμμαχος, εἰπών· Συνήγοντο λάθρα, καὶ τὰ ἴχνη μου παρετήρουν προσδοκῶντες τὴν ψυχήν μου διὰ τὴν ἀδικίαν. Ῥῦσαι ἀπ' αὐτῶν, ἐν ὀργῇ λαοὺς κατάγαγε, ὁ Θεός. Οὕτως γὰρ, φησὶ, διὰ πάσης ἡμέρας ἐμοὶ ἐσχόλαζον, τοὺς περὶ ἐμοῦ λόγους κινοῦντες, καὶ πᾶς διαλογισμὸς αὐτῶν κατ' ἐμοῦ ἐγίγνετο· ὡς σπουδάζειν συνάγεσθαι αὐτοὺς ὁμοῦ συσκευάς· καὶ μὴ μέχρι τούτου χωρεῖν, ἀλλὰ καὶ περιεργάζεσθαί μου τὴν πτέρναν, τουτέστι τὴν τοῦ βίου πορείαν, εἴ πως σκελίσαντες δυνηθεῖεν καταβαλεῖν με. Καὶ τὰ ἴχνη δέ μου παρετήρουν, ὅποι ἂν βαδίζοιμι, καὶ ἵν' ὅπως ἐπιλάβοιντό μου. Ταῦτα μὲν οὖν οἱ μάτην διώκοντες κατ' ἐμοῦ ἔπραττον. Σὺ δὲ, Κύριε, ἡ ἐμὴ ἐλπὶς, ἐμὲ μὲν τῆς ἀδίκου αὐτῶν συσκευῆς ῥῦσαι, αὐτοὺς δὲ μετελθὼν τῇ σεαυτοῦ ὀργῇ, κατάβαλε τῆς μεγαλαυχίας καὶ τῆς ὑψηλοφροσύνης· τοῦτο γὰρ αὐτοῖς συνοίσει. Ὑψούμενοι γὰρ καὶ ἐπαιρόμενοι, ἐπ' ὀλέθρῳ τῷ ἑαυτῶν ταῦτ' ἔπραττον· ὁ γὰρ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν· διὸ, ἱκετεύω, πάντας τοὺς ἐπανισταμένους μοι κατάγαγε· ἢ, κατὰ τὸν Ἀκύλαν, καταβίβασον· ὡς ἂν, μέτριον φρόνημα λαβόντες καὶ ταπεινὰ φρονοῦντες, τὰ μεγάλα ὠφεληθεῖεν. Τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου· ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου, ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε. Καὶ ταῦτα ὁ Σύμμαχος 23.497 σαφέστερον ἡρμήνευσεν, οὕτως εἰπών· Τὰ ἔνδον μου ἐξηρίθμησας· σὺ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Μὴ οὐχὶ ὅταν ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ ἐχθροί μου ὀπίσω, ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε; Οἱ μὲν ἐχθροί μου, φησὶ, διὰ πάσης ἡμέρας λόγους περὶ ἐμοῦ ἀνεκίνουν, καὶ κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν ἦσαν· ἐγὼ δὲ ὁποίους ἐν ἐμαυτῷ συνῆγον λογισμοὺς καὶ ὁποίας ἐνθυμήσεις εἶχον, σὺ αὐτὸς, ὡς καρδιογνώστης Θεὸς, οἶδας. Τὰ γὰρ ἔνδον μου ἐξηρίθμησας πάντα, καὶ τὰ κρύφιά μου καὶ τὰς ἐνθυμήσεις τῆς ψυχῆς μου γινώσκεις· διόπερ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, καὶ οὐκ ἀπεστράφης αὐτά· ἀλλ' ὥσπερ ἐν τῇ ἐπαγγελίᾳ σου ὑπισχνοῦ λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι, οὕτως ἀκόλουθα πράττων ταῖς σαῖς ἐπαγγελίαις, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Καὶ κατὰ τὴν τῶν Ἑβδομήκοντα δὲ ἑρμηνείαν, Τὴν ζωήν μου, φησὶν, ἐξήγγειλά σοι, ὡς ἂν παῤῥησίαν ἄγων καὶ μὴ ἐπαισχυνόμενος ἐπὶ τῇ ἐμαυτοῦ ζωῇ. Σύ τε ἀποδεχόμενός μου τὴν ζωὴν, τὰ δάκρυά μου οὐκ ἀπεσείσω, ἀλλὰ πρὸ τῶν σῶν ὀφθαλμῶν ἔθου αὐτὰ, πιστούμενος τὰς σὰς ἐπαγγελίας. ∆ιὸ συνέβαινεν, ἐμοῦ εἰσακουομένου, τοὺς ἐχθρούς μου εἰς τὰ ὀπίσω χωρεῖν· ὅθεν φημί· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω· κατὰ δὲ τὸν Σύμμαχον· Μὴ οὐχὶ ὅταν, φησὶν, ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ ἐχθροί μου ὀπίσω; Ἐπειδὰν φυλοκρινῶν διακαθάρῃς ἀφορίζων τοὺς σεαυτοῦ ἀξίους, καὶ ἐξαρίθμησιν ποιούμενος τῶν μελλόντων εἰς τὰ δεξιὰ ἵστασθαι, καὶ τῶν εἰς ἀριστερὰ χωρούντων, τότε, ἐν τῷ σὲ τὴν ἐξαρίθμησιν ταύτην ποιεῖσθαι, ἀποστραφήσονται οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. Ἰδοὺ ἔγνων, ὅτι Θεός μοί ἐστιν. Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον· ἐπὶ τῷ Κυρίῳ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Κατὰ δὲ τὸν Σύμμαχον τοῦτό φησιν· Οἶδα, ὅτι ἔστι Θεός μοι. Τὸν Θεὸν ὑμνολογήσω, διὰ τοῦ Θεοῦ ὑμνοποιήσομαι λόγον· τῷ Θεῷ πέποιθα, οὐ