164
κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Οὐκοῦν ἦν ἐν τῷ κόσμῳ· κἀκείνῳ τῷ φωτὶ οἱ τῆς παρὰ τῷ Θεῷ ζωῆς καταξιούμενοι ἐφωτίζοντο. Ὕστερον δὲ καὶ εἰς τὰ ἴδια ἦλθεν· ὅσοι τε ἐδέξαντο αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Τοσαύτη δύναμις παρῆν τῷ φωτὶ τῶν ζώντων, ὡς τέκνα Θεοῦ ἀπεργάζεσθαι τοὺς καταδεχομένους αὐτό· ὅπερ εἰδὼς ὁ ∆αυῒδ δι' εὐχῆς εἶχε τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ∆ΙΑΦΘΕΙΡΗΣ, ΤΩ ∆ΑΥΙ∆ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ ΕΝ ΤΩ ΑΥΤΟΝ ΑΠΟ∆Ι∆ΡΑΣΚΕΙΝ ΑΠΟ ΠΡΟΣΩΠΟΥ ΣΑΟΥΛ ΕΙΣ ΤΟ ΣΤΗΛΑΙΟΝ. Νςʹ.
Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου. Ὥσπερ ἀπὸ τῆς ἱστορίας ἐδείκνυτο δεύτερον γινόμενος ὁ ∆αυῒδ παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις, παρ' οἷς διατρίβων τὸν νεʹ ἀναγέγραπται ψαλμὸν εἰρηκώς· οὕτω δὶς φαίνεται ἐν τῷ σπηλαίῳ ἐληλυθώς· ἅπαξ μὲν, ὅτε, μανίαν προσποιηθεὶς, τὰς χεῖρας τοῦ Ἀγχοῦς καὶ τῶν ἐν Γὲθ ἀλλοφύλων διαφεύγει· κἀκεῖθεν διασώζεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλὰμ, ἔνθα πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καταβαίνουσι πρὸς αὐτόν. Συνήγοντό τε παρ' αὐτῷ πᾶς ἐν ἀνάγκῃ ὢν, καὶ πᾶς ὑπόχρεως, καὶ πᾶσα κατώδυνος ψυχή· καὶ ἦν ἐπ' αὐτῶν ἡγούμενος. Ἦσαν δὲ ὡς τετρακόσιοι ἄνδρες· δεύτερον δὲ, ὅτε ἀνέστρεψεν ὁ Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ, ὅτι Ἰδοὺ ∆αυῒδ ἐν τῇ ἐρήμῳ τῇ Γαδδί· καὶ ἔλαβε μεθ' ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτῶν ἐκ τοῦ Ἰσραὴλ, καὶ ἐπορεύθη ζητῶν τὸν ∆αυῒδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Αἰλείν. Καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ γῆς ὁδοῦ. Καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ εἰσῆλθε Σαοὺλ παρασκευάσασθαι· καὶ ∆αυῒδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτεροι τοῦ σπηλαίου ἐκάθηντο. Καὶ εἶπαν οἱ ἄνδρες ∆αυῒδ πρὸς αὐτόν· Ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρὸς σὲ, παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. Καὶ ἀνέστη ∆αυῒδ καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος Σαοὺλ λαθραίως. Καὶ ἐγενήθη μετὰ ταῦτα, καὶ ἐπάταξε καρδία ∆αυῒδ αὐτὸν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ. Καὶ εἶπε ∆αυῒδ πρὸς τοὺς ἄνδρας αὐτοῦ· Μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου, ἐπενεγκεῖν χεῖρά μου ἐπ' αὐτόν· ὅτι Χριστὸς Κυρίου ἐστὶν οὗτος. Καὶ ἔπεισε ∆αυῒδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις, καὶ οὐκ ἔδωκεν αὐτοὺς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. Ζητητέον οὖν κατὰ ποίους χρόνους τὴν προκειμένην στηλογραφίαν ὁ ∆αυῒδ ἀνέγραψε, καὶ ἐν ποίῳ σπηλαίῳ διατρίβων· πότερον ἐν 23.504 τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ, ἢ ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδί. Ἀλλὰ καὶ ἐπειδὴ δύο εἴρηνται ψαλμοὶ αὐτῷ ἐν τῷ σπηλαίῳ, ὁ μὲν προκείμενος στηλογραφία τυγχάνων, ὁ δὲ ρμαʹ ἐπιγεγραμμένος, Συνέσεως τῷ ∆αυῒδ ἐν τῷ σπηλαίῳ προσευχή· ζητήσαι ἄν τις εὐλόγως εἰ κατὰ τὸν αὐτὸν εἴρηνται χρόνον, καὶ εἰ ἐν τῷ σπηλαίῳ τυγχάνων ἀμφοτέρους συνέταξεν. ∆οκεῖ τοίνυν ἐμοὶ, κινουμένῳ ἐκ τῶν ἐν ἑκατέρῳ φερομένων λόγων, ἡ μὲν μετὰ χεῖρας στηλογραφία ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ εἰρῆσθαι, ἡ δὲ ἐν τῷ ρμαʹ, προσευχὴ, ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδὶ, ὅτε, τοῦ Σαοὺλ παρασκευαζομένου, ἐν τῷ σπηλαίῳ ἔνδον κρυπτόμενος εὕρηται. Οὕτω δέ μοι παρέστη κινηθέντι ἐκ τῶν παρ' ἑκατέρῳ φερομένων λόγων. Ὁ μὲν ρμαʹ φαίνεται εἰρημένος ἐν πολλῇ συνοχῇ καὶ ἀγῶνι τυγχάνοντι τῷ ∆αυΐδ· φησὶ γοῦν ἐν αὐτῷ· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου· τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἐγίνωσκες τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν