165
παγίδα μοι. ∆ιὰ τούτων γὰρ τὴν συνοχὴν ἐν ᾗ ἐξητάζετο παρίστησι· καὶ ἔτι μᾶλλον δι' ὧν ἐπάγει λέγων ἑξῆς· Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ· πρὸ τῶν θυρῶν γὰρ τοῦ σπηλαίου καθεζομένου τοῦ Σαοὺλ, ἔνδον κρυπτόμενος, ἀπεγνώκει τὴν ἑαυτοῦ φυγήν. Πλὴν τὴν φυγὴν ἀπογνοὺς, ἐπὶ τὸν σωτήριον λιμένα καταφεύγει· διὸ ἐπιλέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα· Σὺ εἶ ἐλπίς μου· καὶ προστίθησι λέγων· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ὁρᾷς ὅπως τὸν εἴσω τοῦ σπηλαίου ἀποκλεισμὸν σημαίνει; Εἰκότως οὖν καὶ προσευχὴν ἐπιγράφει τοὺς λόγους, δηλῶν διὰ τῆς προγραφῆς τὸν καιρόν. Λέγει γοῦν· Συνέσεως τῷ ∆αυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή. Ἀλλὰ ταῦτα μὲν προσηύξατο ἐν μεγάλῳ περιστὰς ἀγῶνι κατὰ τὸν δηλωθέντα χρόνον· ἡ δὲ μετὰ χεῖρας στηλογραφία λέλεκτο αὐτῷ, ὡς οἶμαι, ὄντι ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ, πάντας τε ὑποδεχομένῳ τούς τε ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς καὶ τοὺς λοιποὺς φυγάδας, τάχα που δι' αὐτὸν ἐπιβουλευομένους ὑπὸ τοῦ Σαούλ· ἀλλὰ καὶ πᾶς κατώδυνος ψυχὴ καὶ πᾶς ἀδικούμενος κοινωνὸς ἐγίγνετο τῆς τοῦ ∆αυῒδ φυγῆς. ∆ίκαιον γὰρ ἄνδρα καὶ παρὰ τῷ Θεῷ τετιμημένον, ἐλαυνόμενον ὑπὸ τοῦ Σαοὺλ ἀδίκως ὁρῶντες, τὰ ἑαυτῶν παρεμυθοῦντο κακά. Εἶτα καὶ αὐτοὶ τοὺς ἀδικοῦντας αὐτοὺς φεύγοντές τε, τὸν ∆αυῒδ ἐζήλουν, ἠσπάζοντό τε τὴν σὺν αὐτῷ μερίδα, μᾶλλον ἀγαπῶντες ἐλαύνεσθαι σὺν αὐτῷ, ἢ τῷ ἐλαύνοντι συνεῖναι. Ἐπὶ σχολῆς τοίνυν διάγων ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ τὴν παροῦσαν ἔγραφε στηλογραφίαν. Παρίστησι δὲ τοῦτο τὰ ἐπιλεγόμενα, τά τε ἄλλα καὶ δι' ὧν φησιν· Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με· καὶ πάλιν· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. Ὁρᾷς, ὡς τοὺς ἐν Γὲθ ἀλλοφύλους διαφυγὼν, ἅτε δὴ ἐν ἀσφαλείᾳ 23.505 τυγχάνων, καὶ ἐν ἀνέσει ὢν, τοιαύτας ἠφίει φωνὰς, καὶ ἔτι μᾶλλον τὰς ἑξῆς ἐπιφερομένας δι' ὧν εἴρηται· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ᾄσομαι καὶ ψαλῶ. Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Ταῦτα γὰρ πολλῆς σχολῆς ἐμφατικὰ τυγχάνει, ἀλλὰ καὶ θυμηδίας. Λέγει γοῦν ὁ ἱερὸς ἀπόστολος· Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλάτω. Ἀλλ' οὐδὲ οἷός τε ἦν ταῦτα λέγειν ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδὶ συνεχόμενος ὑπὸ τοῦ Σαοὺλ πρὸ τῆς εἰσόδου καθεζομένου. Ποία γὰρ ἦν εὐκαιρία τότε, ὡς ψαλτήριον ἀναλαμβάνειν καὶ κιθάραν, κρυπταζόμενον ἐνδοτάτω τοῦ σπηλαίου; ὡς αὖ πάλιν οὐκ εἶχε λόγον, ἐν σχολῇ καὶ ἀνέσει διάγοντα αὐτὸν ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ μετὰ τετρακοσίων ἀνδρῶν τῶν συνόντων αὐτῷ, λέγειν· Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ταῦτα μὲν οὖν εἰρήσθω εἰς τὴν διαφορὰν τῶν προκειμένων. Ἴωμεν δὲ ἐπὶ τὴν τοῦ μετὰ χεῖρας ἐξήγησιν. Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ ∆αυῒδ εἰς στηλογραφίαν, καὶ τὰ ἑξῆς. Ἤλαυνε μὲν ὁ Σαοὺλ τὸν ∆αυΐδ· ὁ δ' ἔργοις ἐπιτελῶν τὸ, Ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν, ἀπεδίδρασκεν, ὡς ἂν μὴ παρὼν ἐρεθίζοι τὸν ἐχθρὸν, αἴτιός τε αὐτῷ γίγνοιτο μιαιφονίας. Τὸ γὰρ, Μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, πάντων μᾶλλον ∆αυῒδ ἠπίστατο· διὸ ὑπεχώρει καὶ παρεχώρει, καίπερ ἀγαπώμενος ὑπὸ παντὸς τοῦ ἔθνους, πλείστους τε ἔχων τοὺς συμπάσχοντας καὶ συναλγοῦντας, δυναμένους τε αὐτὸν οἴκοι παρ' ἑαυτοῖς ὑποδέχεσθαι καὶ κρύπτειν. Ἀλλὰ ἵνα μὴ καὶ ἑτέροις αἴτιος γίγνοιτο κινδύνων, ἔφυγεν ἐπὶ τὰς ἐρήμους χώρας, καὶ τὰς ἐν τοῖς σπηλαίοις ἠσπάζετο διατριβάς. Καί μοι δοκεῖ καὶ αὐτοῦ τὴν μνήμην αἰνίττεσθαι λέγων ὁ ἱερὸς Ἀπόστολος· Ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ὥσπερ δὲ ὁ προτεταγμένος τοῦ παρόντος, ψαλμὸς οὐκ ἦν, ἀλλὰ στηλογραφία, ὅπερ ἡρμήνευσεν ὁ Ἀκύλας, ταπεινοῦ τελείου· ὁ δὲ Σύμμαχος, τοῦ ταπεινόφρονος καὶ ἀμώμου· οὕτως καὶ ὁ παρὼν λόγος, τὴν εἰς ἄκρον