166
πραότητος καὶ ἀνεξικακίας τοῦ ∆αυῒδ ἀρετὴν, ταπεινοῦ τελείου, ταπεινόφρονος καὶ ἀμώμου· εἶθ' ὥσπερ αἰωνίου μνήμης τὴν ταπεινοφροσύνην ἀξίαν ἀνατίθησι στηλογραφία. Ἐπὶ ταύτῃ δὲ τῇ ἀρετῇ καὶ Μωϋσῆς ἐμαρτυρεῖτο, καὶ ὁ Σωτὴρ δὲ καὶ Κύριος ἡμῶν ἐπὶ ταύτην παρεκάλει λέγων· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐπεὶ δὲ ἐδεῖτο παραμονῆς καὶ τῆς ἐπὶ μήκιστον φυλακῆς ἡ τοιαύτη ἀρετὴ (ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται·) διὰ τοῦτο ἐπιγέγραπται, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς. Πολλοὶ γὰρ, καλῶς ἀρξάμενοι, οὐ διήρκεσαν εἰς τέλος. Ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ ∆αυῒδ τὴν φυγὴν καὶ τὴν ἐν ἐρημίαις διατριβὴν, τήν τε ἐν σπηλαίοις καρτερικωτάτην οἴκησιν ἀποδεχόμενον, φησὶν αὐτῷ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, μένε δὲ δι' ὅλου τοιοῦτος, ὡς ἂν τύχοις στηλογραφίας καὶ μνήμης αἰωνίου. Ὁ δὲ ἐπὶ τούτοις, οὐ κατὰ Κυνικοὺς τῶν τὴν σοφίαν τοῦ αἰῶνος τούτου μετερχομένων τυφούμενος, οὐδὲ μέγα φρονῶν καὶ βρενθυόμενος ἐπὶ τῇ τοῦ βίου καρτερίᾳ, οὐδ' ὅτι πλείους 23.508 τοὺς παρ' αὐτῷ συνηγμένους μιμητὰς καὶ μαθητὰς τοῦ οἰκείου τρόπου ἐκέκτητο χαυνούμενος· οὐδὲ ὡς ἐπὶ δορυφόροις καὶ συμμάχοις θαρσῶν· τὸν δὲ πρᾶον καὶ ταπεινὸν, τέλεόν τε καὶ ὡς ἀληθῶς ταπεινόφρονα καὶ ἄμωμον ἔργῳ παριστὰς, ἐβόα πρὸς τὸν Θεὸν λέγων· Ἐλέησόν με, ὁ Θεὸς, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Οἶδα μὲν γὰρ τὰς σὰς πτέρυγας καὶ τὴν σὴν σκέπην τελείαις ψυχαῖς ἀφωρισμένας· ἐγὼ δὲ, μικρὸς ὢν καὶ ταπεινὸς, οὐκ ἐπὶ ταῖς σαῖς πτέρυξιν, ἀλλ' ἐπὶ τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως ἂν παρέλθῃ ἡ ἀνομία· ἢ, κατὰ τὸν Ἀκύλαν, ἕως ἂν παρέλθῃ ἡ ἐπιβουλή· κατὰ δὲ τὸν Σύμμαχον, ἕως ἂν παρέλθῃ ἐπηρεαστής. Ἐπειδὰν δὲ παρέλθῃ ἡ ἀνομία, καὶ ἡ κατ' ἐμοῦ ἐπιβουλὴ, καὶ ὁ ὠνομασμένος ἐπηρεαστὴς, οὐκέτι ἐν τῇ σκιᾷ, ἀλλ' ἐν αὐταῖς ταῖς σαῖς πτέρυξιν, ὡς ἂν προκόψας καὶ ἠλευθερωμένος πάσης ἀνόμου πράξεώς τε καὶ ἁμαρτίας, ἐλπιῶ. Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. ∆ιάψαλμα. Κραυγὰς καὶ βοὰς εἰώθασιν οἱ δίκαιοι τῷ Θεῷ πέμπειν, οὐ γεγωνῷ τῇ φωνῇ, δυνάμει δὲ ψυχῆς ὑπερβαλλούσῃ. ∆ιὸ καὶ σιωπῶντες πολλάκις τῷ πνεύματι ἐβόων· αὐτὸ γὰρ τὸ Πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ Θεῷ, κατὰ τὸν Ἀπόστολον. Οὕτως οὖν καὶ ὁ ∆αυῒδ ἐκεκράγει πρὸς τὸν Θεόν. Εἶθ' ὡσανεὶ πολλάκις πεῖραν εἰληφὼς τοῦ ἑαυτοῦ Σωτῆρος, εὐγνωμόνως ἐπάγει λέγων, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Εἰπὼν δὲ, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἐμφαίνει ἀπεστάλθαι τινὰ Σωτῆρα ἐκ τοῦ Θεοῦ. Τίνα δὲ τοῦτον νῦν μὲν οὐ παρέστησεν, ἐν ἑτέρῳ δὲ διδάσκει, ἔνθα φησίν· Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Οὐκοῦν λόγος ἦν Θεοῦ, ὁ καὶ πάλαι ἀποστελλόμενος, καὶ τῶν ἀξίων τῆς αὐτοῦ σωτηρίας Σωτὴρ γιγνόμενος, ὃν καὶ ὁ ∆αυῒδ ἀκριβῶς εἰδὼς ἔλεγεν· Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με. Τὸν μὲν οὖν σωτηρίας ἄξιον ἔσωζε διὰ τοῦ Σωτῆρος ὁ Ὕψιστος· ὁ δὲ αὐτὸς, δίκαια κρίνων, τοὺς ἐπανισταμένους καὶ καταπατοῦντας τὸν δίκαιον ἐδίδου εἰς ὄνειδος, ὤφελον καὶ βελτίους ἀπεργαζόμενος, διὰ τοῦ ὀνειδίζειν καὶ ἐπιστρέφειν εἰς ἑαυτόν. Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, καὶ τὰ ἑξῆς. Τὴν ἀνωτέρω λείπουσαν διάνοιαν διὰ τῶν προκειμένων ἀποδέδωκε. Ζητουμένου γὰρ τίνα ἐξαπέστειλεν ἐκ τοῦ οὐρανοῦ, καὶ ἔσωσε τὸν ∆αυῒδ, παρέστησεν ἐνταῦθα εἰπών· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. Ἔλεος δὲ καὶ ἀλήθεια ἐξαποστελλομένη τίς ἂν εἴη ἢ ὁ τοῦ Θεοῦ λόγος, περὶ οὗ ἐλέγετο, Ἐξαπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν; Ὁ δ' αὐτὸς ὁμοίως καὶ φῶς ἀποστελλόμενον εἴρηται ἐν τῷ