167
φάσκοντι ψαλμῷ· Ἐξαπόστειλον τὸ 23.509 φῶς σου καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὁδηγήσει. Φῶς δὲ καὶ ἀλήθεια καὶ λόγος ἀποστελλόμενα παρὰ τοῦ ὑψίστου Θεοῦ, οὐκ ἀνούσια, οὐδὲ ἀνυπόστατα· οὐ γὰρ οἷόν τε ἦν πρᾶγμα ἀνυπόστατον ἀποστέλλεσθαι. Ὥσπερ δὲ Λόγος νοεῖται ἰάσεως καὶ σωτηρίας ποιητικὸς, οὕτως ἐπὶ τοῦ παρόντος ὁ αὐτὸς ἔλεος ὠνόμασται, ὡς ἂν ὑπηρετικὸς ὢν τῆς τοῦ Πατρὸς φιλανθρωπίας· ὁμοίως δὲ καὶ ἀλήθεια, ὡς ἂν ἀληθῶς ὑφεστὼς καὶ κατ' ἐνέργειαν οὐσιωμένος. Ὁ γοῦν ἡμέτερος λόγος ὢν, συλλαβαῖς καὶ ῥήμασι καὶ ὀνόμασι τὴν ὑπόστασιν ἔχων, καὶ διὰ γλώττης καὶ φωνῆς ἐξηχούμενος, οὐκ ἂν λεχθείη κυρίως καὶ ἀληθῶς λόγος. Ἔχει γοῦν ἕτερον τὸν γεννῶντα αὐτὸν, ὃν καὶ κυρίως ἄν τις εἴποι ἀληθῆ λόγον· τοῦτον δ' εἶναί φασι τὸν ἐνδιάθετον. Ὥσπερ οὖν ὁ ἐν ἡμῖν ἐνδιάθετος λόγος, ὁ καὶ κυρίως ἂν ῥηθεὶς ἀληθῶς λόγος, ὑπόστατος τυγχάνει, κατ' οὐσίαν ὑφεστὼς, ἕτερός τε ὢν παρὰ τὸν ἀποστέλλοντα αὐτόν· διὸ ἀνωτέρω μὲν ἐλέγετο, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με. Τίνα δὲ ἐξαπέστειλε, ἐπὶ τοῦ παρόντος διδάσκει φάσκων· Ἐξαπέστειλε τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων· ὧν μέσος γενόμενος ἐκοιμήθην, φησὶ, τεταραγμένος. Μέσος γὰρ ἀποληφθεὶς σκύμνων τῶν ἐν Γὲθ ἀλλοφύλων, ἢ τῶν ἄλλως πολεμούντων με ἐχθρῶν, τὸ ὅσον ἐπ' ἐμοὶ καὶ τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, ἐκοιμήθην τεταραγμένος. Ὁ δὲ ὕψιστος Θεὸς, τὸν προλεχθέντα λόγον αὐτοῦ καὶ τὴν ἀλήθειαν καὶ τὸν ἔλεον ἐξαποστείλας, ἐῤῥύσατο τὴν ψυχήν μου, ὡς μηδὲν αὐτὴν παθεῖν ἐκ τῆς ταραχῆς τῶν σκύμνων. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· Οὐ τεταραγμένος, φησὶν, ἐκάθευδον μέσος ἀποληφθεὶς λεόντων, ἀλλ' ἀπτόητος ἤμην καὶ εὐθαρσής. Λέγει γοῦν ὁ Ἀκύλας· Ἐν μέσῳ λεαινῶν κοιμηθήσομαι λάβρων· ὁ δὲ Σύμμαχος· Ἐν μέσῳ λεόντων εὐθαρσῶν ἐκοιμήθην. Τίνες δὲ ἦσαν οἱ λέοντες, ἢ οἱ σκύμνοι καὶ αἱ λέαιναι, διασαφεῖ ἑξῆς λέγων· Υἱοὶ ἀνθρώπων οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. Παντὸς γὰρ θηρὸς ἀγρίου ἰοβόλου τε ἑρπετοῦ, χείρων ἂν γένοιτο φαῦλος καὶ πονηρὸς ἄνθρωπος, μάλιστα ὁ διαβολαῖς καὶ καταλαλιαῖς σχολάζων, καὶ ταῖς τῶν θεοφιλῶν ψυχαῖς ἐπιβουλεύων, οὐχ ὅπλοις δὲ καὶ δόρασι, κεκρυμμένοις δὲ καὶ λανθάνουσι τοῖς διὰ λόγων ἀναιρετικοῖς ὀργάνοις. Κέχρηνται γοῦν οἱ τοιοῦτοι τῇ μὲν τῶν ὀδόντων περιβολῇ ὥσπερ τινὶ ὅπλῳ περιφράττοντι, καὶ περικλείοντι τοὺς εἴσω τῶν ὀδόντων κρυπτομένους λόγους· τῇ δὲ γλώττῃ καὶ ταῖς ἐκ ταύτης διαπεμπομέναις διαβολαῖς, ὥσπερ τισὶ βέλεσιν ἀκοντιζομένοις. Ἡ δ' αὐτὴ τῶν τοιούτων γλῶττα μαχαίρας ὀξυτάτης οὐδὲν ἂν διαφέροι κεντούσης, καὶ τὰ πρὸς θάνατον ἐνεργούσης. Ἀλλ' οἱ μὲν ἀνθρώπινοι λέοντες καὶ ὠνομασμένοι σκύμνοι τοιοῦτοι. Ἐγὼ δὲ αὐτῶν διέφερον τὴν ἐπιβουλὴν, διὰ τὸν ἐκ τοῦ Θεοῦ ἀπεσταλμένον μοι Σωτῆρα, τὸν ῥυσάμενον τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. Εἴτε δὲ ταῦτα περὶ τοῦ Σαοὺλ ἐλέγετο, εἴτε περὶ τῶν διαβαλλόντων τὸν ∆αυῒδ παρὰ τὸν Σαοὺλ, εἴτε περὶ τῶν ἐν Γὲθ ἀλλοφύλων, εἴτε περὶ ἀοράτων ἐχθρῶν, καὶ αὐτὸς ἐπιστήσεις. 23.512 Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, καὶ τὰ ἑξῆς. Τῷ ἐξαποσταλέντι ὑπὸ τοῦ Ὑψίστου βοηθῷ ἑαυτοῦ καὶ Σωτῆρι, ὡς ἂν ἑαυτὸν ταπεινώσαντα διὰ τῆς μέχρις ἀνθρώπων καθόδου, ῥυσαμένῳ τε τὴν ψυχὴν αὐτοῦ ἐκ μέσου σκύμνων, ἐπιφωνεῖ λέγων ὁ Προφήτης· Ἐπειδὴ, τοῦ οἰκείου μεγέθους ὑποκαταβὰς, καὶ σεαυτὸν σμικρύνας, τῆς ἐμῆς ταπεινότητος ἐφρόντισας, ἐῤῥύσω τε τὴν ψυχήν μου ἐκ μέσου τῶν προλεχθέντων, ὑψώθητι λοιπὸν, καὶ ἀπολάμβανε τὸν σαυτοῦ θρόνον καὶ τὴν πρέπουσάν σοι ἐν οὐρανῷ βασιλείαν. Οὐδὲ οὕτως γὰρ ἀποστερηθήσεται ἡ γῆ τῆς σῆς δόξης, κἂν ἐν οὐρανῷ διατρίβῃς. Ὥσπερ γὰρ ἥλιος, τὸν οἰκεῖον ἀποτελῶν δρόμον, οὐκ ἀποστερεῖ τοὺς ἐπὶ γῆς τῆς ἑαυτοῦ λαμπηδόνος· τὸν αὐτὸν τρόπον καὶ σὺ,