169
καὶ πάντες οἱ ἐν ἀνθρώποις λαοὶ τοῦ σοῦ ἐλέου μεθέξουσιν, ὡς ἐμὲ τὸ προφητικὸν Πνεῦμα πάντας ἀθρόως λαοὺς πληρῶσαι καιρῷ τῷ θεσπιζομένῳ, γενόμενον ἐν αὐτοῖς, καὶ ἐξομολογήσασθαί σοι καὶ εὐχαριστῆσαι, ὅτε καὶ ψαλῶ σοι, οὐκ ἐν τῷ Ἰουδαίων λαῷ, ἀλλ' ἐν πᾶσι τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσι· τούτου χάριν φημί· Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Τὸ δὲ τούτου αἴτιον, λέγω δὲ τὸ ἐν πᾶσι τοῖς καθ' ὅλης τῆς οἰκουμένης λαοῖς καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐμπολιτεύεσθαι τὸ προφητικὸν πνεῦμα. Καὶ τοὺς πάλαι ἀναφωνηθέντας προφητικοὺς λόγους εἰς ἔργα χωρήσειν ἑξῆς διασαφεῖ φάσκον· Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Τὸ γὰρ παράδοξον τοῦτ' ἦν, ὅτι τὰ μὲν οὐράνια ἐλέους φημὶ ἀξιοῦσθαι, τὰ δὲ ἐπίγεια τῆς ἀληθείας. Εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ τὰ ἐν οὐρανοῖς κεκαθαρμένα τυγχάνειν, καὶ πάντα τέλεια καὶ εἰς ἄκρον ἀρετῆς ἐληλακότα· ὅμως δ' οὖν καὶ αὐτὰ διὰ τὸν σὸν ἔλεον τοιαῦτα ὄντα καθέστηκεν. Οὐ γὰρ ἐξ αὐτῶν, οὐδὲ παρ' ἑαυτῶν τῆς τοιαύτης μετέχει μακαριότητος, ἀλλὰ παρὰ σοῦ τοῦ πάντων ἀγαθῶν χορηγοῦ. Ἢ 23.516 ἄλλως, Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, τὸ χυθὲν εἰς πάντας ἀνθρώπους, Ὃ δὴ καὶ ἀνωτέρω ἀπεστάλθαι ἐλέγετο ἐν τῷ, Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ καὶ τὴν ἀλήθειαν αὑτοῦ. Τοιαῦτα γὰρ ἐν ἀνθρώποις κατώρθωσε τὸ ἀποσταλὲν ἔλεος, ὡς ἐν πᾶσι τοῖς λαοῖς ἐμὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐξομολογήσασθαί σοι, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ψάλαι σοι· ὅθεν ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν· ἐπεὶ μέχρι τῶν οὐρανῶν τοὺς ἐν ἀνθρώποις προκόψαντας εἵλκυσεν, ὡς καὶ ἐπαγγελίαν αὐτοῖς δεδόσθαι βασιλείας οὐρανῶν. Ἀλλὰ καὶ ἕως τῶν νεφελῶν, φησὶν, ἡ ἀλήθειά σου. Νεφέλαι δὲ ὑπηρετικαὶ τυγχάνουσιν ὑετῷ, τῷ τῆς θείας Προνοίας βουλήματι διακονούμεναι. Οὕτω δὲ παρίστησιν ὁ λόγος προνοεῖν ἀνθρώπων τὸν Θεὸν, ἐκ τοῦ μέχρι τῶν νεφελῶν ἐκτείνεσθαι αὐτοῦ τὴν διοίκησιν, καὶ τὴν ἀλήθειαν τῆς ἐπισκοπῆς αὐτοῦ μέχρι τῆς τῶν νεφελῶν ὑπηρεσίας φθάνειν. Καὶ ἄλλως δὲ τὰς ἐν ἀνθρώποις τελείας ψυχὰς, τὰς προφητικὰς ὥσπερ ὑετοὺς τὰς ἐκ Θεοῦ διδασκαλίας χορηγούσας ταῖς τούτων δεομένων ψυχαῖς, νεφέλας εἴωθεν ὀνομάζειν ἡ Γραφή. Ὅτε γοῦν ἠπείλει τῷ Ἰουδαίων ἔθνει ἐρημίαν ὁ προφήτης Ἠσαΐας, τὸν Θεὸν εἰσῆγε λέγοντα· Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν. Ἄντικρυς διὰ τούτων τῶν θείων προφητῶν, νεφελῶν ὠνομασμένων, οἱ πνεύματος οὐρανίου πληρούμενοι λογικοὺς ὑετοὺς ταῖς τῶν ἀνθρώπων ἐχορήγουν ψυχαῖς. Ἐπειδὴ τοίνυν ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ τὸ ἔλεος αὐτοῦ, περὶ ὧν μικρὸν πρόσθεν ἔλεγεν, Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ καὶ τὴν ἀλήθειαν αὑτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων· πάλαι μὲν τὴν ψυχὴν ἐῤῥύσατο τοῦ ∆αυῒδ, ἤμελλε δὲ καὶ μετὰ ταῦτα καὶ πάντα ἐπισκοπεῖν τὰ ἔθνη· εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον, ταῦτα εὐαγγελιζόμενον, καὶ ὅτι ἐν λαοῖς ἐξομολογήσεται, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ψαλεῖ τῷ Θεῷ, τὴν αἰτίαν προστίθησι λέγον· Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ τὰ ἑξῆς. Εἶτα τούτοις ἅπασι τὸ ἐπισφράγισμα ἐπάγει λέγον· Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, δεύτερον ἐπαναλαβὼν τὴν αὐτὴν θεολογίαν. Σοὶ γὰρ, φησὶ, πρέπει ὑψοῦσθαι, εἰ καὶ τὰ μάλιστα δι' ἀνθρώπους συγκαταβαίνεις τῇ ἡμετέρᾳ ταπεινώσει, λαοὺς καὶ ἔθνη προσκαλούμενος τῇ σαυτοῦ χάριτι. Ἀλλ' ὑψώθητι, καὶ ἀπολάμβανε τὸν σαυτοῦ θρόνον. Καὶ οὕτως γὰρ ἐν οὐρανοῖς τὰς διατριβὰς ποιούμενος, καὶ ἐν τῇ σαυτοῦ τυγχάνων θεότητί τε καὶ βασιλείᾳ, πᾶσαν τὴν γῆν πληροῦν δυνήσῃ τῆς σαυτοῦ δόξης. Ὃ δὴ καὶ Μωσῆς ἀναγράφει τὸν Θεὸν εἰσάγων περὶ