170
μὲν Ἰουδαίων λέγοντα δι' ἣν εἰργάσαντο μοσχοποιίαν· Ἔασόν με, καὶ θυμωθεὶςὀργῇ ἐκτρίψω αὐτούς· περὶ δὲ τῆς τῶν ἐθνῶν κλήσεως ἐπάγοντα τὸ, Ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ὅτι πληρωθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ. Καὶ παρὰ τῷ Ἠσαΐᾳ δὲ τὰ σεραφὶμ, κυκλοῦντα τὸν Κύριον Σαβαὼθ, ἐβόα· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Θεὸς Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. 23.517 Οἷς συμφώνως καὶ ἐν οαʹ ψαλμῷ τὰ περὶ τοῦ Χριστοῦ σαφῶς διαγορεύοντι λέλεκται· Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Ταῦτ' οὖν καὶ ἡ παροῦσα προφητεία ἐπισφραγίζεται λέγουσα· Ὑψώθητι ἐπὶ τοὺς οὐραγοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ∆ΙΑΦΘΕΙΡΗΣ ΤΩ ∆ΑΥΙ∆, ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ. ΝΖʹ. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. Εἰς τὸ τέλος μὴ διαφθείρειν, φυλάττειν δὲ ἕκαστον τὰ ἑαυτοῦ τέλη, καὶ ὁ παρὼν παραινεῖ λόγος. Ἄμφω δὲ, ὅ τε μετὰ χεῖρας καὶ ὁ πρὸ αὐτοῦ τὴν ἴσην ἔχουσι προγραφὴν, ὁμοίως τὸ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς τῷ ∆αυῒδ, καὶ τὸ, εἰς στηλογραφίαν, περιέχοντες. Ὅ γε μὴν χρόνος, εἰ καὶ μὴ ἐν τῷ παρόντι, ἀλλ' ἐν τῷ πρὸ τούτου δεδήλωται κατὰ τὴν προσθήκην ᾗ φησιν, Ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Κατὰ τὸν αὐτὸν οὖν εἰρῆσθαι χρόνον καὶ ὁ προκείμενος, οὐ μόνον ἐκ τῶν εἰρημένων δοκεῖ μοι, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς ἐπιφερομένων. Ἐπειδὴ γὰρ ἡ πρὸ τούτου στηλογραφία περὶ τῶν υἱῶν τῶν ἀνθρώπων ἔλεγεν, Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη· εἰκότως καὶ ἡ μετὰ χεῖρας τοῖς αὐτοῖς υἱοῖς τῶν ἀνθρώπων εὐθὺς ἐν ἀρχῇ προσφωνεῖ λέγουσα· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Καὶ ἐπειδήπερ ἐν τῷ πρὸ τούτου ἐλέγετο· Ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, ἢ, ἐκ μέσου λεόντων, κατὰ τοὺς λοιποὺς, εἰκότως ἐν τῷ μετὰ χεῖρας ἐπιφέρεται, Τὰς μύλας τῶν λεόντων συνέθλασε Κύριος. Ἔδει γὰρ ἡμᾶς μαθεῖν ὅπως ἐῤῥύσατο τὴν ψυχὴν τοῦ ∆αυῒδ ἐκ μέσου σκύμνων. Καὶ πάλιν περὶ τῶν ὀδόντων τῶν ἐνδιαβαλλόντων αὐτὸν ἐν μὲν τῷ πρὸ τούτου, Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, ἐλέγετο, ἐν δὲ τῷ μετὰ χεῖρας· Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν. Ἀφ' ὧν δείκνυται ἡ ἐν ἀμφοτέραις ταῖς στηλογραφίαις συμφωνία. Καὶ ἄλλως δ' οὖν τις εἴποι, ἐπειδὴ ἡ πρὸ τούτου περιέχει τὴν κλῆσιν τῶν ἐθνῶν, εἰκότως τῇ τοιαύτῃ προφητείᾳ ἡ παροῦσα στηλογραφία συνῆπται, διαγορεύουσα τοῖς υἱοῖς τῶν ἀνθρώπων τὸν περὶ τῆς δικαιοκρισίας τοῦ Θεοῦ λόγον, διαστελλομένη τε πᾶσι τοῖς λαοῖς σὺν ἀληθινῇ προαιρέσει καὶ συνειδήσει καθαρᾷ τῇ τοῦ λόγου προσιέναι διδασκαλίᾳ, καὶ μὴ καθυποκρίνεσθαι τὴν θεοσέβειαν. ∆ιὸ πρὸς πάντας τοὺς ἀνωτέρω λαοὺς ὠνομασμένους καὶ πρὸς πάντα τὰ ἔθνη, περὶ ὧν ἐλέγετο, Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι, τὴν προσφώνησιν ποιούμενος ὁ παρὼν λόγος διαμαρτύρεται λέγων· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. Εἰ γὰρ ἀληθῶς τις δικαιοσύνην ἐπαγγέλλοιτο, οὐδ' ἄλλοθεν δειχθήσεται, ἢ ἀπὸ τοῦ κρίνειν εὐθέα. Κρίνει δὲ εὐθέα ὁ κρίνας παρ' ἑαυτῷ τὴν κατὰ τὸν ὀρθὸν λόγον, καὶ μηδὲ σκολιὸν μηδὲ διάστροφον πράττειν. Εἶθ' ὡς τῶν υἱῶν τῶν ἀνθρώπων ὀρθὰ μὲν λαλούντων τοῖς χείλεσι, καὶ τῷ στόματι δικαιοσύνην ἐπαγγελλομένων, ἐλεγχομένων δὲ ἀπὸ τῶν ἔργων, ὅτι τἀναντία κατὰ διάνοιαν 23.520 λογίζονται, ἐπιλέγει· Καὶ γὰρ ἐν