171
καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ· τούτου δὲ, φησὶν, ἔλεγχος αἱ ὑμέτεραι πράξεις· Ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσι. Κρίνατε οὖν εὐθέα, υἱοὶ τῶν ἀνθρώπων, καὶ λογίσασθε παρ' ἑαυτοῖς, εἰ τοῖς ὑμετέροις λόγοις συμφωνεῖ τὰ ἔργα. Εἰ γὰρ δικαιοσύνην λαλεῖτε, πῶς αἱ χεῖρες ὑμῶν ἀδικίαν συμπλέκουσιν; Ἀφ' οὗ δείκνυσθε ἀνομίας ἐν τῇ καρδίᾳ λογιζόμενοι, καὶ ἕτερα μὲν διανοούμενοι, ἕτερα δὲ τῷ στόματι λαλοῦντες. Εἰ δὴ οὖν ἀληθῶς δικαιοσύνην λαλεῖτε, κρίνατε τὰ εὐθέα, ὦ οὗτοι, καὶ ἅπερ λαλεῖτε, ταῦτα καὶ πράττετε, μηδὲ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε, μηδὲ αἱ χεῖρες ὑμῶν ἀνομίαν συμπλεκέτωσαν. Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ. Καὶ ταῦτα πρὸς τοὺς υἱοὺς τῶν ἀνθρώπων ἀποτείνεται τοὺς ἐπαγγελλομένους θεοσεβεῖν, καὶ τοὺς τῆς δικαιοσύνης μετέρχεσθαι νόμους, μὴ κρίνοντας δὲ ὀρθῶς. Φησὶν οὖν πρὸς αὐτούς· Ἀκούσατε, ὦ οὗτοι, οἱ λαλοῦντες μὲν δικαιοσύνην τῷ στόματι, ἐργαζόμενοι δὲ ταῖς χερσὶν ἀδικίαν, καὶ πολλὰς κατὰ τὸ αὐτὸ συμπλέκοντες ἁμαρτίας· τὸν μέγαν κριτὴν οὐδὲν λανθάνει τῶν κατὰ διάνοιαν ἑκάστῳ λογιζομένων. Κἂν γὰρ δοκῇ τις ἀνθρώπων ὀφθαλμοὺς κρύπτειν, ἀλλ' ἴστω, ὅτι δεινὴν πλάνην πεπλάνηται ἑαυτὸν ἀπατῶν. Οὐ γὰρ τὸν μέγαν τῶν ὅλων κριτὴν λήσεται, οὗ πάντες πρὸ τοῦ βήματος παραστησόμεθα. Πῶς δ' ἂν καὶ λάθοιεν τὸν Θεὸν οὗτοι, ὁπότε καὶ πρὶν εἰς φῶς προελθεῖν αὐτοὺς, πάντα εἰδότι πρὸ γενέσεως αὐτῶν ἐγνωρίζοντο; ∆ιὸ πρὶν γεννηθῆναι αὐτοὺς, ὡς ἤδη ὑφεστῶτας, καὶ τοιούτους ὄντας οἷοι νῦν εἰσι προεώρα· ἤδη τε ἐξ ἐκείνου ἀπόβλητοι ἦσαν παρ' αὐτῷ. Ἀπηλλοτριώθησαν γοῦν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Καὶ εἰ καὶ τὰ μάλιστα σήμερον δικαιοσύνην λαλεῖν προσποιοῦνται, τοῖς ἔργοις τὰ ἐναντία μετερχόμενοι, ἀλλ' οὐ καὶ παρὰ Θεῷ νῦν ἐφάνησαν τοιοῦτοι· πρὶν δὲ ἀπὸ γαστρὸς προελθεῖν αὐτοὺς, μᾶλλον δὲ καὶ πρὸ τοῦ συλληφθῆναι ἐν τῷ τῆς μήτρας δοχείῳ, ἐν πεπλανημένοις ἐλογίσθησαν παρ' αὐτῷ, καὶ μέλλοντες ἔσεσθαι τοιοῦτοι οὐκ ἠγνοοῦντο. Ἤδη δὲ ἐξ ἐκείνου ὡς ἂν μέλλοντες τὰ ψευδῆ λαλεῖν ἐγινώσκοντο, καὶ ὡς θυμὸς αὐτοῖς ἐστι κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. Θυμὸν δὲ καὶ τὴν ψυχὴν καὶ παῖδες Ἑλλήνων καλεῖν εἰώθασιν. Ἐπεὶ τοίνυν καὶ ὁ παλαιὸς ὄφις, τὴν Εὔαν ἀπατήσας, προσεποιεῖτο μὲν γλυκείᾳ καὶ φιλικῇ κεχρῆσθαι ὁμιλίᾳ, μνήμην τε Θεοῦ ποιεῖσθαι, καί τινα ἐπιδείκνυσθαι εὐλάβειαν, λέγων τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; καὶ πάλιν· Ἤδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν· καὶ τοιαῦτα μὲν ὑποκρινόμενος, καὶ τὸν Θεὸν εἰδέναι προσποιούμενος, ὡμίλει τῇ γυναικὶ, ἐν καρδίᾳ δὲ ἀνομίας εἰργάζετο, καὶ τοῖς ἔργοις ἀδικίαν συνέπλεκεν· εἰκότως καὶ οἵδε λέγονται θυμὸν ἔχειν καὶ ψυχὴν ὁμοίαν τῷ προλεχθέντι ὄφει· ὃ δὴ καὶ αὐτὸ προείληφεν ὁ Θεὸς τῇ προγνώσει. Τῶν γὰρ θείων εἰσακούοντες λόγων καὶ τοῖς ἱεροῖς μαθη 23.521 τευόμενοι ῥήμασι, οὐδὲν τικτήσονται πρὸς ὠφελείας, διὰ τὸ βύειν τὰ ὦτα, καὶ μὴ καταδέχεσθαι τῶν θείων ἐπῳδῶν τὰς δυνάμεις, ἀφομοιοῦσθαι δὲ ἀσπίδι κωφῇ καὶ βυούσῃ τὰ ὦτα αὐτῆς, πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων, φαρμακοῦται φαρμακευομένου παρὰ σοφοῦ. Τῷ μὲν οὖν ὄφει ὡμοιώθησαν διὰ τὴν ὑπόκρισιν καὶ τὴν ἐπίπλαστον περὶ Θεοῦ ὁμιλίαν, τῇ δὲ ἀσπίδι διὰ τὸ κρύπτειν ἐν αὐτοῖς τὸν θανατηφόρον ἰόν. Ἀλλ' εἰ μὲν ἁπλῶς ἀσπίδι παρεβλήθησαν, ἐλπὶς ἂν ἦν ποτε ὠφεληθήσεσθαι· ἐπεὶ καὶ τὸ δεινὸν ἑρπετὸν ἐκεῖνό ἐστιν ὅτε ἐξ ἐπῳδῆς καὶ κατασκευῆς ἑτέρων τινῶν ἀποῤῥίπτει τὸν ἰὸν, καὶ τὸν θυμὸν ἀποτίθεται, καὶ ὥσπερ ἀπονεκροῦται τὴν κακίαν· εἰ δὲ ἡ τοιαύτη τῆς ἀσπίδος πικρία δυνάμει λόγων τινῶν ἐξασθενεῖ καὶ ἀπομαραίνεται, τὸν ἰόν τε ἀποῤῥίπτει, τί χρὴ λέγειν περὶ ἀνθρώπου ψυχῆς, τῆς κατ' εἰκόνα Θεοῦ