173
ἀναγκαῖον ὑμᾶς γνῶναι, ὦ υἱοὶ τῶν ἀνθρώπων, ἵν', εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνητε, καὶ μὴ μετέρχησθε τὴν τῶν εἰρημένων ἀνδρῶν ὁδὸν, μηδὲ ἐν καρδίᾳ ἀνομίας ἐργάζησθε, μηδὲ ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκωσι, μηδὲ ἑαυτοὺς κατασκευάζητε ὁμοίους τῷ ὄφει, μηδὲ γένησθε ὡς ἀσπὶς κωφὴ βύουσα τὰ ὦτα αὐτῆς, μηδὲ τοῖς προλεχθεῖσιν ἀσεβέσι καὶ ἁμαρτωλοῖς συναπάγοισθε· οὓς προλαβὼν ὁ Θεὸς τῇ προγνώσει, πρὶν εἰς φῶς προελθεῖν, ἔγνω μὲν τοιούτους ἐσομένους, ὅμως δ' οὖν συνεχώρησε γεννηθῆναι καὶ εἰς φῶς προελθεῖν, τὴν παρ' αὐτοῦ χάριν καὶ αὐτοῖς δωρησάμενος, εἰς τὸ φανεροὺς γενέσθαι τὴν προαίρεσιν. Ἐπεὶ καὶ τὸ τῶν δικαίων τάγμα, ἐξ οἰκείας προαιρέσεως τὴν ὀρθὴν καὶ ἀδιάστροφον μέλλον ὁδεύειν, προλαβὼν ὁ Θεὸς ἔγνω. Εἶτ' ἀμφοτέρων τῶν ταγμάτων τὴν αὐτεξούσιον ὁρμὴν ἐλευθέραν ἀνῆκεν, ὡς ἐν σταδίῳ ποιεῖσθαι τὸν δρόμον ἐπιτρέψας αὐτοῖς. Καὶ αὐτὸς μὲν ὁμοίους τὴν φύσιν τοὺς πάντας ὑποστησάμενος, προαιρέσει οἰκείᾳ χρῆσθαι πρὸς τὴν τῶν κρειττόνων αἵρεσιν τοῖς πᾶσιν ὁμοίως συγκεχώρηκεν· οἱ δὲ, ἅτε κύριοι ἑαυτῶν καθεστῶτες, ἄφετοί τε καὶ ἐλεύθεροι τὴν ὁρμὴν, αὐτοπροαιρέτῳ γνώμῃ διέστησαν, οἱ μὲν τὴν εὐθεῖαν ὁδεύειν, οἱ δὲ τὴν διάστροφον 23.525 ἑλόμενοι. τούτου χάριν ὁ δίκαιος κριτὴς, ἀγωνοθετῶν ἑκατέρῳ τάγματι, τῷ καταλλήλῳ καὶ προσήκοντι τέλει τοὺς ἀξίους παραδίδωσιν· οὐ καθάπερ ἄνθρωποι μαθὼν ἐκ τῆς τῶν πραγμάτων ἀποβάσεως τὸν ἑκάστου τρόπον, οἷα δὲ Θεὸς καὶ πρὸ γενέσεως εἰδὼς ἅπαντα. ∆ιὸ οἱ μὲν ἀπηλλοτριώθησαν παρ' αὐτῷ καὶ πρὶν ἢ τοῖς λοιποῖς γνωσθῆναι· οἱ δὲ ἅγιοι ἐκλογῆς ἠξιώθησαν ὁμοίως Ἱερεμίᾳ τῷ προφήτῃ, ᾧ φησιν ὁ Θεός· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. Καὶ ὁ Ἀπόστολος τοῦτο ἐδήλου φάσκων· Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόγνωσιν τοῦ τὰ πάντα ἐνεργοῦντος καὶ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ. Ὁρᾷς ὅπως πρὸ καταβολῆς κόσμου ἐξειλέχθαι καὶ προωρίσθαι εἰς υἱοθεσίαν, κατὰ πρόθεσιν τοῦ πάντα ἐνεργοῦντός φησι; τὴν αὐτὴν δὲ παρίστησι διάνοιαν ὁ αὐτὸς λέγων· Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτοτόκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε, οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε. Τὰ ὅμοια δὲ καὶ περὶ ἑαυτοῦ διδάσκει ἐν οἷς φησίν· Ὅτε δὲ ηὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοί. Ὥσπερ οὖν τούτους προγνοὺς μέλλοντας ἀγαπᾷν αὐτὸν προώρισεν, οὕτω καὶ τοὺς ἀσεβεῖς, ἐπειδὴ προέγνω μέλλοντας λαλεῖν δικαιοσύνην διὰ τὸ γινώσκειν αὐτὴν, οὐ μὴν καὶ τοῖς ἔργοις αὐτὴν μετελευσομένους, διὰ τὸ ταῖς χερσὶν ἀδικίαν συμπλέκειν, τούτου χάριν ἀπηλλοτρίωσεν ἀπὸ μήτρας, καὶ ἐν πλανωμένοις καὶ λαλοῦσι ψευδῆ παρ' ἑαυτῷ κατηρίθμησε πρὶν γενέσθαι· συνεχώρησέ τε εἰδὼς αὐτοὺς τοιούτους ἐσομένους εἰς φανερὸν ἐλθεῖν, ὡς ἂν τὸ διάφορον τῶν δικαίων καὶ θεοσεβῶν ἀνδρῶν ἐκ τῆς τῶν χειρόνων παραθέσεως διαλάμψειε. Μιᾶς γὰρ ὄντες φύσεως οἱ πάντες, οἱ μὲν ἑκόντες εἵλαντο τὰ κρείττω, οἱ δὲ τὴν ἐναντίαν ὥδευσαν, αὐτεξουσίῳ προαιρέσει χρησάμενοι. Ὑψηλὸς δὲ ὁ μέγας τῶν ὅλων κριτὴς, προκαθεζόμενος ἑκατέρῳ τάγματι, βραβεύει τὰ πρέποντα. ∆ιὸ τοὺς μὲν ἀγαπήσαντας αὐτὸν ἐδόξασε, συμμόρφους ἀποδείξας τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, ὡς ἂν ἔργῳ τὴν εἰς αὐτὸν ἐνδειξαμένους ἀγάπην· τοὺς δὲ ἐναντίους, ὡς ἂν ἑαυτοὺς ἀπαλλοτριώσαντας τῆς αὐτοῦ χάριτος, καταβάλλει