175
ἀνταναιρεθήσονται, ὡς μὴ καταξιωθῆναι αὐτοὺς τὸν τῆς δικαιοσύνης ἥλιον ὀφθαλμοῖς ψυχῆς θεάσασθαι· ἀλλὰ καὶ πρὸ τοῦ αὐξῆσαι τὰς ἀκάνθας αὐτῶν καὶ εἰς ῥάμνον χωρῆσαι, ἔτι νεαρὰς οὔσας αὐτῶν τὰς ἀκανθώδεις πράξεις ἡ ὀργὴ καταλήψεται καὶ καταπίεται. Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν, τὰς χεῖρας αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. Καὶ ἐρεῖ ἄνθρωπος· Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. Σύμμαχος· Χαρήσεται δίκαιος ἰδὼν ἐκδίκησιν, τοὺς πόδας αὑτοῦ νίψεται αἵματι ἀσεβοῦς. Ὥσπερ οἱ ψευδῶς δικαιοσύνην λαλοῦντες, ἔργοις δὲ ἀδικίαν συμπλέκοντες, προεγράφησαν ὁποῖον ἕξουσι τέλος· οὕτως ἐχρῆν ἐκ παραλλήλου τοῦ ἀληθινοῦ δικαίου, τοῦ δι' ἔργων ἐνδεικνυμένου τὴν δικαιοσύνην, τὸ χρηστὸν τέλος διδαχθῆναι. Τί συνέσται ἀγαθὸν τῷ τοιούτῳ; Νῦν μὲν, φησὶ, κατὰ τὸν παρόντα καιρὸν, οὐχ' ὁρῶν τὴν κατὰ τῶν ἀσεβῶν ἐκδίκησιν, πολλάκις σχετλιάζει, ἀποκλαιόμενος καὶ λέγων· Ἵνα τί ἀσεβεῖς εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ· ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, τὰ δὲ παιδία αὐτῶν εὐφραίνεται ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν; Καὶ νῦν ὁ αὐτὸς ταπεινούμενός φησιν· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλοῦ θεωρῶν. Ἐπειδὰν δὲ ἴδῃ τὸ τέλος τῶν ἀσεβῶν καὶ τὴν κατ' αὐτῶν ἐκδίκησιν, τηνικαῦτα χαρήσεται καὶ εὐφρανθήσεται, οὐ τῇ τῶν ἀσεβῶν ἀπωλείᾳ ἐπιχαίρων, ἀλλ' ἐπὶ τῇ τοῦ Θεοῦ δικαιοκρισίᾳ εὐφραινόμενος. Καὶ τοὺς πόδας δὲ αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἀσεβοῦς· οὐχ αἱμοπότης τις ὢν καὶ φιλοπόλεμος, ἀλλὰ καθαιρόμενος διὰ τῆς ἐκείνων τιμωρίας, καὶ βελτιούμενος διὰ τῆς ἑτέρων ἐπιστροφῆς. Ἢ ἄλλως· Νίψεται τὰς χεῖρας ἐπὶ τῷ αἵματι τοῦ ἁμαρτωλοῦ, ἀθῶον καὶ ἀναίτιον, καὶ καθαρὸν ἑαυτὸν δεικνὺς τῆς ἀπωλείας αὐτοῦ. Ἐπειδὰν οὖν οἱ μὲν ἀσεβεῖς δίκας δῶσι τὰς προσηκούσας· ὁ δὲ δίκαιος ἐκδικηθεὶς, εὐφροσύνης καὶ χαρᾶς ἐμπλησθῇ, καὶ τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίψηται, κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν· εὐλόγως τότε πᾶς ἄνθρωπος, καὶ πᾶσα φωνὴ καὶ γλῶσσα ἀποφανεῖται, ὅτι, Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς ὁ κρίνων αὐτοὺς ἐν τῇ γῇ. Εἰ γάρ ἐστι καρπὸς τῷ δικαίῳ, περὶ οὗ καρποῦ εἴρηται ἐν πρώτῳ ψαλμῷ· Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὑτοῦ 23.532 δώσει ἐν καιρῷ αὐτοῦ. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Εἰ οὖν ἔσται μισθὸς καὶ καρπὸς ἀγαθὸς τῷ τὴν δικαιοσύνην ἐργασαμένῳ, ὃν ἀπολήψεται κατὰ τὸν τῆς δικαιοκρισίας τοῦ Θεοῦ καιρόν, ἀκόλουθόν ἐστι νοεῖν, ὅτι καὶ πρὸ τῆς κρίσεως τοὺς ἐπὶ τῆς γῆς τὸν θνητὸν ἔτι διεξανύοντας βίον ἔστι Θεὸς ἐφορῶν καὶ διακρίνων. Εἰ γὰρ καὶ τὰ μάλιστα οὐχ ὁρῶνται αὐτοῦ αἱ κρίσεις ἐπὶ τοῦ παρόντος, ἀλλ' ὅμως οὐκ ἄκριτα, οὐδὲ ἀνεξέταστα τυγχάνει παρ' αὐτῷ τὰ ἐν ἀνθρώποις. Εἰ μὲν γὰρ ἔμελλον οἱ δίκαιοι τοῖς ἀδίκοις συναπολέσθαι, καὶ μηδεὶς ἦν καρπὸς τῷ δικαίῳ, ἦν ἂν εἰπεῖν μηδὲ ἐφορᾷν τὰ ἀνθρώπινα τὸν Θεόν· ἐπεὶ δὲ ἔσται τις καιρὸς ἐν ᾧ ὁ μὲν δίκαιος χαρήσεται, οἱ δὲ ἁμαρτωλοὶ τὸ προλεχθὲν περὶ αὐτῶν τέλος ἕξουσιν, εἰκότως οὐδὲ ἀμφιβάλλειν προσήκει, ὁμολογεῖν δὲ πάντα ἄνθρωπον καὶ ἀποφαίνεσθαι, ὅτι ἔστι Θεὸς ἔφορος καὶ ἐπίσκοπος τῶν ἐν ἀνθρώποις πραττομένων, κρίνων ἅπαντας τοὺς ἐν τῇ γῇ πολιτευσαμένους. Ταῦτα μὲν οὖν ταύτῃ. Ἐπιστῆσαι δὲ προσήκει, μήποτε ἡ μετὰ χεῖρας προφητεία, πᾶσα ἀκόλουθος οὖσα καὶ συνημμένη ταῖς πρὸ αὐτῆς, τὰ τέλη διαγράφει τῶν τὰς περὶ Χριστοῦ προφητείας μελετώντων καὶ δικαιοσύνην τῷ στόματι λαλούντων καὶ παραδεξαμένων αὐτὸν ἐλθόντα, μηδὲ ἐπακουσάντων αὐτοῦ τῆς φωνῆς βοῶντος πρὸς αὐτοὺς, καὶ λέγοντος· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω· οἵτινες ὡμοίωσαν ἑαυτοὺς