176
τῷ ὄφει, καὶ τὰ ὦτα αὑτῶν πεποιήκασιν ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὑτῆς. Οἱ δὲ αὐτοὶ καὶ τοὺς ὀδόντας αὐτῶν καὶ τὰς μύλας διὰ τῶν κατὰ τοῦ Σωτῆρος ἡμῶν βλασφημιῶν ἠκόνησαν. Εἰκότως οὖν περὶ αὐτῶν λεχθείη ἄν· Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος. ∆ύναται δὲ ταῦτα καὶ περὶ πάντων τῶν τὰ ἄθεα δόγματα καὶ τὰς ἀσεβεῖς ψευδοδοξίας ἐν ταῖς ἀθέοις αἱρέσεσι συστησαμένων λέγεσθαι, καὶ περὶ τῶν τὴν σοφίαν τοῦ αἰῶνος τούτου ἐπαγγελλομένων, οἳ τὰς γλώσσας αὐτῶν ἠκόνησαν κατὰ τῆς σωτηρίου διδασκαλίας· οὐ παραιτητέον δὲ καὶ τοὺς ἐν τῇ Ἐκκλησίᾳ διαβολαῖς καὶ καταλαλιαῖς ἐπ' ὀλέθρῳ τῶν πλησίον σχολάζοντας τούτοις συμπαραλαμβάνειν· πρὸς οὓς ἅπαντας λέγοιτ' ἂν τὸ, Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων· εἰδότες, ὅτι πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν· καὶ, δεῖ τοὺς πάντας παραστῆναι τῷ βήματι τοῦ Θεοῦ· ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ∆ΙΑΦΘΕΙΡΗΣ ΤΩ ∆ΑΥΙ∆, ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΟΠΟΤΕ ΑΠΕΣΤΕΙΛΕ
ΣΑΟΥΛ, ΚΑΙ ΕΦΥΛΑΞΕ ΤΟΝ ΟΙΚΟΝ ΑΥΤΟΥ, ΤΟΥ ΘΑΝΑΤΩΣΑΙ ΑΥΤΟΝ. ΝΗʹ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με. Τετηρήκαμεν ἤδη πρότερον, ὅτι οἱ ἀπὸ τοῦ αʹ καὶ νʹ πρὸ τοῦ βασιλεῦσαι τὸν ∆αυῒδ, ἔτι ζῶντος τοῦ Σαοὺλ, εἴρηντο· ὥσπερ οὖν οἱ κατὰ τὸ πρῶτον μέρος τῆς βίβλου σχέδον πάντες, παρεκτὸς ὀλίγων, μετὰ τὸ πλημμεληθὲν αὐτῷ σφάλμα, καὶ ὅτι καθ' ὑπερβολὴν εὐλαβείας πρώτους ἔταξεν ἐν τῇ βίβλῳ τοὺς ἐξομολόγησιν 23.533 περιέχοντας, δευτέρους ὄντας τῷ χρόνῳ· τοὺς δὲ τῷ χρόνῳ πρώτους, δευτέρους συνῆψε, ὡς ἂν καλύπτοιτο τὰ τῆς ἐξομολογήσεως διὰ τῆς τῶν κατορθωμάτων μνήμης. Τοῦτο τοίνυν καὶ ὁ παρὼν συνίστησι ψαλμός· συνήθως δὲ εἰρήσθω, ἐπείπερ καὶ αὐτὸς στηλογραφία τυγχάνει, ἐπισημαινόμενος καθ' ὃν ἐλέχθη καιρόν· ἦν δὲ οὗτος, Ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν. Πλατύτερον δὲ τὴν ἱστορίαν ἡ πρώτη τῶν Βασιλειῶν παρίστησι, τοῦτον ἔχουσα τὸν τρόπον· Καὶ προσέθετο πόλεμος γενέσθαι· καὶ κατίσχυσε ∆αυῒδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ. Καὶ ἐγένετο πνεῦμα πονηρὸν ἐπὶ Σαούλ· καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ ἰδοὺ ∆αυῒδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς ∆αυΐδ· καὶ ἀπέστη ∆αυῒδ ἐκ προσώπου Σαοὺλ, καὶ ἐπάταξε τὸ δόρυ εἰς τὸν τοῖχον. Καὶ ∆αυῒδ ἀνεχώρησε καὶ διεσώθη. Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλεν ἀγγέλους εἰς οἶκον ∆αυῒδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωΐ. Καὶ ἀνήγγειλε τῷ ∆αυῒδ Μελχὸλ, ἡ γυνὴ αὐτοῦ, λέγουσα· Ἐὰν μὴ σὺ σωθῇς τὴν ψυχὴν σεαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. Καὶ κατάγει ἡ Μελχὸλ τὸν ∆αυῒδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε, καὶ σώζεται· ὅτε καὶ τὴν προκειμένην στηλογραφίαν συντάττει· διὸ προγέγραπται· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ ∆αυῒδ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Τὸ μὲν οὖν, εἰς τὸ τέλος τῷ ∆αυῒδ, καὶ τὸ, μὴ διαφθείρῃς, καὶ ἡ στηλογραφία, τρίτον ἤδη εἴρηται ἐφεξῆς· ἀλλὰ τὸ μὲν πρῶτον, ἕτερον ἐσήμανε καιρὸν, ὃν ἐδήλου ἡ προγραφὴ λέγουσα· Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· τὸ δὲ δεύτερον, Ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον· ἐνταῦθα δὲ, Ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Τὸ δὲ αἴτιον τῆς τοῦ Σαοὺλ κατὰ τοῦ ∆αυῒδ