177
ἐπιβουλῆς φθόνος ἦν. Ἐπειδὴ γὰρ τὴν κατὰ τοῦ ἀλλοφύλου Γολιὰθ ἤρατο νίκην, ὑμνεῖτό τε ἐπὶ τοῦτο παρὰ τοῖς πᾶσι, τούτου χάριν ὡρμᾶτο θανατῶσαι αὐτόν· καὶ μάλιστα ὅτε εἶδεν, ὡς Κύριος ἦν μετὰ τοῦ ∆αυῒδ, καὶ αὐτὸς συνῆκε σφόδρα, καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδα ἠγάπα τὸν ∆αυΐδ. Ἔτι τε μᾶλλον ἐξήφθη τὰ τῆς ζηλοτυπίας, ὡς ἑώρα αὐτὸν κρατοῦντα ἐν πολέμοις συνεργείᾳ καὶ βοηθείᾳ Θεοῦ. Λέγει δ' οὖν ἡ Γραφή· Καὶ εἶδε Σαοὺλ, ὅτι Κύριος μετὰ ∆αυῒδ, καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν. Καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ ∆αυῒδ ἔτι. Καὶ ἐγένετο ∆αυῒδ ἐχθρὸς τοῦ Σαοὺλ πάσας τὰς ἡμέρας. Ἐπεὶ δὲ καὶ αὖθις προσέθετο πόλεμος γενέσθαι, καὶ κατίσχυσε ∆αυῒδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ· πάλιν τὸ πνεῦμα τοῦ φθόνου τὸν Σαοὺλ ἔπνιγεν, ὡς ἤδη καὶ αὐτόχειρα 23.536 ἐθέλειν γενέσθαι τοῦ ἀνδρός. Ἐπειρᾶτο γοῦν τῷ δόρατι κατ' αὐτοῦ· ὡς δ' ἠστόχησε τῆς πληγῆς, οὐκέτ' ἐπικεκρυμμένως, ἐκ δὲ τοῦ φανεροῦ ἀποστείλας εἰς τὸν οἶκον τοῦ ∆αυῒδ, θανατῶσαι αὐτὸν ὡρμήθη. Ὁ δ' ἐν τοιαύτῃ ἀποληφθεὶς συμφορᾷ, τὴν προκειμένην στηλογραφίαν συντάττει, ἀναβοῶν πρὸς τὸν Θεὸν καὶ λέγων· Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με. Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. Εὔχεται δὲ διὰ τούτων φύλακος τυχεῖν τοῦ Θεοῦ, βοηθοῦ τε καὶ σωτῆρος, εἰς τὸ μὴ ἁλῶναι ὑπὸ τῶν ἐχθρῶν, μηδ' ὑποχείριον αὐτοῖς γενέσθαι· ἢ καὶ ὑπὲρ τοῦ μὴ καὶ αὐτὸν ὅμοιον αὐτοῖς ἀποφανθῆναι, μηδὲ γενέσθαι ἕνα τῶν ἐργαζομένων τὴν ἀνομίαν, μηδὲ τῆς μερίδος τῶν ἀνδρῶν τῶν αἱμάτων, περὶ ὧν καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγετο· Ἄνδρες αἱμάτων καὶ δολιότητος, οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ἐχθροὺς δὲ ὅτι μὴ τοὺς ὁρατοὺς μόνους ἐγίνωσκεν, ἀλλὰ τοὺς ἀφανεῖς καὶ ἀοράτους, οἳ καὶ αὐτοὶ ἐνήργουν τὸν Σαούλ· πνεῦμα γὰρ πονηρὸν ἦν ἐπὶ Σαοὺλ, ὑφ' οὗ κινούμενος ἐξεκαίετο ἐπὶ τὸν κατὰ τοῦ ∆αυῒδ φθόνον· πολλάκις ἡμῖν ἀποδέδεικται. Κἀνταῦθα τοίνυν τῶν μὲν πολεμίων περιγενόμενος ἀναγέγραπται, νίκην τε πολλάκις ἀράμενος κατὰ τῶν ἀλλοφύλων. ∆εινοὶ δὲ ἦσαν ἄρα ἐχθροὶ καὶ πολέμιοι οἱ ἀφανεῖς αὐτοῦ ἐχθροὶ, οὓς παριστὰς καὶ διὰ τῶν προκειμένων ἔλεγεν· Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί. Ἐκ μὲν οὖν τῆς ἱστορίας οὐδετέρους φαίνεται ἐσχηκὼς ἐχθροὺς ἢ μόνον τὸν Σαούλ. Τοῦτο γὰρ παρέστησεν ἡ Γραφὴ μαρτυραμένη, ὅτι ἠγαπᾶτο ὑπὸ παντὸς τοῦ λαοῦ· καὶ τοῦτ' ἦν μάλιστα τὸ αἴτιον τῆς κατ' αὐτοῦ βασκανίας. Εἰ τοίνυν πάντες ἠγάπων τὸν ∆αυῒδ, μόνος δὲ Σαοὺλ καὶ ἐπὶ τούτῳ φθόνῳ πιμπράμενος ἐπεβούλευσεν αὐτῷ, πῶς ἐνταῦθα πληθυντικῶς φησιν, Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμέ· καὶ πάλιν, Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί; Ἀλλὰ γὰρ σαφῶς διὰ τούτων παρίστανται ἀόρατοι καὶ ἀφανεῖς ἐχθροὶ, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἔλεγεν· Οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ πρὸς τὰ πνεύματα τῆς πονηρίας. Οὗτοι γοῦν ἐξέκαον τὸν Σαοὺλ κατὰ τοῦ ∆αυΐδ· διὸ ἐξ αὐτῶν ῥυσθῆναι ἐδεῖτο τοῦ Θεοῦ. Πρὸς μὲν γὰρ τὸν Γολιὰθ, καὶ πρὸς τοὺς λοιποὺς ἀλλοφύλους ἀπήρκει αὐτὸς ἱστάμενος, καὶ πολέμου νόμῳ τοῖς πᾶσιν ἐπεξιών· πρὸς δὲ τὰς ἀφανεῖς δυνάμεις καὶ τοὺς ἀοράτους ἐχθροὺς Θεὸν ὑπέρμαχον ἠξίου αὐτῷ γενέσθαι. Ὅτι δὲ μηδὲν ἀδικήσας τὸν Σαοὺλ, μάτην ἠλαύνετο ὑπ' αὐτοῦ, παρίστησι μὲν ἡ ἱστορία, ἐμφαίνει δὲ καὶ αὐτὸς ἑξῆς λέγων· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα. Ἀντὶ δὲ τοῦ, ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα, ὁ Σύμμαχος, μὴ οὔσης, φησὶν, ἁμαρ 23.537 τίας, ἐπιτρέχουσιν, ἵνα ἑλκύσωσί με. Μηδεμιᾶς γὰρ προφάσεως ὑποκειμένης, τοσαῦτα κατ' αὐτοῦ ἐνεχείρουν οἱ