178
δηλωθέντες. Καὶ θέα τίνα τρόπον ἐπὶ μὲν τοῖς προκειμένοις παῤῥησίαν ἄγων ὁ ∆αυῒδ φαίνεται· ἐν δὲ τῷ πρώτῳ μέρει τῶν Ψαλμῶν ἔλεγεν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἐξωμολογεῖτο διὰ τῶν ἔμπροσθεν· ἐπὶ δὲ τοῦ παρόντος φησίν· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου, Κύριε, ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα. Νοήσεις δὲ τὸν δρόμον, ὃν ἔτρεχε ∆αυῒδ, παραθεὶς τὴν ἀποστολικὴν φωνὴν δι' ἧς ἔλεγε· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε, καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ. Ὡς ἀγαθὸς δρομεὺς καὶ ἀγωνιστὴς ἄριστος τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζόμενος, ἐφ' οἷς ἐπαῤῥησιάσατο εἰπών· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· διεγείρει τὸν ἀγωνοθέτην ἐπὶ τὴν θέαν τῆς οἰκείας ἀρετῆς, καὶ ἰδεῖν ἀξιοῖ ὅπως τοῖς εἰρημένοις λόγοις σύμφωνα ᾖ αὐτῷ τὰ ἔργα, ∆είκνυται δὲ τοῦτο καὶ ἀπὸ τῆς ἱστορίας, ἐν ᾗ μυρία μὲν πεπονηκὼς ὑπὸ τοῦ Σαοὺλ φαίνεται, οὐδὲν δὲ αὐτὸς κατ' αὐτοῦ λυπηρὸν δράσας, ἐκ δὲ τοῦ ἐναντίου πολλάκις ἁλόντα αὐτὸν διασώσας αὐτίκα. Καὶ ὅτε τὸ πονηρὸν πνεῦμα ἔπνιγεν αὐτὸν, σωτὴρ αὐτῷ παρεφαίνετο ∆αυῒδ, ἀνακρουόμενος μὲν τῷ ὀργάνῳ, δυνάμει δὲ τοῦ ἐν αὐτῷ θείου Πνεύματος τὴν ἐν τῷ Σαοὺλ ἐναντίαν δύναμιν ἐλαύνων. Τὸ ἀνεξίκακον τοίνυν ἑαυτοῦ καὶ τὸ πρᾶον, καὶ τὸ ὑπομονητικὸν δεικνὺς τῷ Θεῷ ἔλεγεν· Οὔτε ἡ ἀνομία μου, καὶ τὰ ἑξῆς. Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε. Εἶθ' ἑξῆς τοσαύτῃ χρησάμενος παῤῥησίᾳ, φωτίζεται ὑπὸ τοῦ προφητικοῦ πνεύματος, καὶ διδάσκεται, ὡς ἄρα ἔσται τις καιρὸς ἐν ᾧ καὶ ὁ Χριστὸς τοῦ Θεοῦ διωχθήσεται, καὶ ἐπιβουλευθήσεται ὑπὸ τοῦ Ἰουδαίων ἔθνους, σωτήρ τε καὶ ἐπίσκοπος τῶν ἐθνῶν ἁπάντων γενήσεται· ἐν ᾧ καιρῷ καὶ αὐτοῦ τοῦ ∆αυῒδ τὰ κατορθώματα καὶ αἱ ἀρεταὶ ᾀσθήσονται καὶ βοηθήσονται ἐν πᾶσι τοῖς ἔθνεσι. Καὶ τοῦτο γνοὺς καθ' ὑποβολὴν τοῦ ἁγίου Πνεύματος, ἐπιστῆναί ποτε τοῦτον εὔχεται τὸν καιρόν. ∆ιὸ ἑξῆς φησι· Καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, πρόσχες ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Ὁ μὲν γὰρ Ἰσραὴλ, ὁ σὸς χρηματίσας πρότερος λαὸς, πολλῶν εὐεργεσιῶν τετυχηκὼς, καὶ πολλῶν ἀγαθῶν ἀξιωθεὶς, οὐδένα σου ἄξιον ἐπεδείξατο καρπόν· ἀεὶ δὲ καὶ πάντοτε παντοίαις ὑποπέπτωκεν ἀσεβείαις, τοτὲ μὲν εἰδωλολατρῶν, τοτὲ δὲ τοὺς σοὺς προφήτας ἀναιρῶν· τέλος δὲ καὶ αὐτῷ τῷ Χριστῷ σου χεῖρας ἐπιβαλών. Θαυμαστὰ δὲ ὑπὸ τοῦ σοῦ Πνεύματος προμαθὼν περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς, εἰκότως ἐπιστῆναι τὸν καιρὸν ἐκεῖνον εὔχομαι, εἰδὼς, ὅτι οὐκ ἔστι παρὰ σοὶ προσωποληψία. ∆ικαιοσύνῃ δὲ τὰ πάντα διέπων, οἶδας καὶ ἔθνη ἀλλόφυλα καὶ ἀλλογενῆ τῆς πλάνης ἐπιστρέφοντα σώζειν· οἶδας καὶ τοὺς νομιζομένους τῆς σῆς εἶναι μερίδος, εἰ ἀνάξιοι εὑρίσκοιντο, τῆς τοιαύτης κλήσεως μετέρχεσθαι. ∆ιὸ περὶ μὲν τῶν ἐθνῶν εὔχομαι λέγων· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· περὶ δὲ τοῦ ἑτέρου μέρους φημί· Μὴ οἰ 23.540 κτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Λέγων δὲ ἀδιορίστως, πάντας, καὶ τὸν Ἰσραὴλ συμπαραλαμβάνει, καὶ τοὺς ἐν αὐτῷ πάλαι γενομένους τοιούτους. Τί γὰρ καὶ πλέον γέγονε, φησὶ, τῷ Σαοὺλ, τὸ μὲν γένος ἀπὸ τοῦ Ἰσραὴλ ὁρμωμένῳ, καὶ φυλῆς Βενιαμὶν, βασιλεῖ δὲ τοῦ τοσούτου ἔθνους καθισταμένῳ, τοσαῦτα δὲ εἰκῆ καὶ μάτην κατὰ τοῦ μηδὲν ἠδικηκότος ἐπιχειροῦντι; Εἰ δὲ οὖν τὰ ἀδελφὰ τῷ Σαοὺλ φρονοῦντές τε καὶ πράττοντες γένοιντό ποτε ἕτεροι, οὐ παρὰ τοῦτο σώζεσθαι αὐτοὺς ἀνάγκη διὰ τὸ νομίζεσθαι τῆς σῆς μερίδος εἶναι· ὡς ἔμπαλιν ἐν τοῖς ἀλλοφύλοις ἔθνεσιν, εἰ εὑρίσκοιντό τινες ἐπιτηδείως ἔχοντες πρὸς σωτηρίαν, οὐδὲν ἂν κωλύοι τῆς σῆς ἐπισκοπῆς αὐτοὺς τυχεῖν κατὰ τὸν τοῦ δικαίου λόγον. ∆ιό φημι·