179
Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· τοὺς δὲ ἐργαζομένους τὴν ἀνομίαν, ὅθεν δήποτε εἶεν, μὴ οἰκτειρήσῃς. Μέμνηται δὲ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἀνωτέρω λέγων· Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. Οὕτω δὲ ἐκάλει τοὺς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἀθέους ἐπενέγκαντας χεῖρας. Τοὺς αὐτοὺς δὲ ᾐνίττετο καὶ ἐν νδʹ ψαλμῷ λέγων· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτήν· καὶ πάλιν· Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ, διεμερίσθησαν ἀπ' ὀργῆς τοῦ προσώπου αὐτοῦ· καὶ αὖθις· Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἐγὼ δὲ ἐπὶ σὲ ἐλπιῶ. Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Σφόδρα ἀκολούθως ἐπισκοπὴν τῶν ἐθνῶν ἱκετεύσας γενέσθαι, τῶν τε ἐργαζομένων τὴν ἀνομίαν ἐκδίκησιν, ἑξῆς θεσπίζει φάσκων· Ἐπιστρέψουσιν εἰς ἑσπέραν. Τίνες δὲ οὗτοι ἀλλ' οἱ ἐργαζόμενοι τὴν ἀνομίαν καὶ οἱ ἄνδρες τῶν αἱμάτων; ∆ιὰ τί δὲ εἰς ἑσπέραν; ἐπειδὴ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἤμελλε ταῦτα γίγνεσθαι. Ἀντὶ δὲ τοῦ, Καὶ λιμώξουσιν ὡς κύων, ὁ μὲν Ἀκύλας, Καὶ ὀχλασάτωσαν ὡς κύων, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, Καὶ συνηχήσουσιν ὡς κύνες· ὁ δὲ Θεοδοτίων, Καὶ ἠχήσουσιν ὡς κύων· καὶ ἡ πέμπτη ἔκδοσις ὁμοίως, Καὶ ἠχήσουσιν ὡς κύνες. Ἄντικρυς δὲ διὰ τούτων τοὺς ὀψέ ποτε κατὰ τοὺς χρόνους τῆς τοῦ Σωτῆρος ἡμῶν ἀφίξεως ὁμοίως τῷ τότε Σαοὺλ, τὸν ἀναίτιον διώξαντι, μέλλοντας καὶ αὐτοὺς τὸν Χριστὸν τοῦ Θεοῦ πολεμεῖν, κύνας ὠνόμασεν. Ἐπεὶ καὶ διὰ τοῦ προφήτου Ἠσαΐου τὸ αὐτὸ ἅγιον Πνεῦμα περὶ τῶν αὐτῶν διδάσκει λέγον· Πάντες κύνες ἐνεοὶ οὐκ εἰδότες ὑλακτεῖν· καὶ ἐν καʹ ψαλμῷ, τὰ πάθη τοῦ Σωτῆρος ἡμῶν διαγράφοντι, ἐξ αὐτοῦ προσώπου λέλεκται τοῦ Σωτῆρος· Περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Οἱ οὖν ἐργαζόμενοι τὴν ἀνομίαν καὶ οἱ ἄνδρες τῶν αἱμάτων, εἰ καὶ τὰ μάλιστα νῦν πολλὰ δύνασθαι δοκοῦσι, καὶ τῆς βασιλείας κρατεῖν ὥσπερ Σαοὺλ τέως ἐπὶ τοῦ παρόντος, ἀλλὰ πάντες γε οἱ τὰ ἀδελφὰ τούτῳ πράξαντες ἐπιστρέψουσιν ὀψέ ποτε, καὶ εἰς ἑσπέραν ὀχλάσουσί τε καὶ συνηχήσουσιν, οὐδὲν μὲν ἔναρθρον φθεγγόμενοι, οὐδὲ ἐκ λογικῆς δια 23.541 νοίας λόγους ἀξίους μνήμης προσφέροντες, κυσὶ δὲ παραπλησίως ὑλαγμοὺς ἀφιέντες, φωνάς τε ὑβριστικὰς καὶ ἀναιδεῖς. ∆ιὸ καὶ λιμώξουσιν τοῦ τῆς ζωῆς ἄρτου στερηθέντες· ἐπεὶ μὴ παρεδέξαντο τὴν σωτήριον καὶ οὐράνιον τροφὴν, αὐτὸν τὸν εἰρηκότα· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ διδοὺς ζωὴν τοῖς ἀνθρώποις. Ὅθεν καὶ ἕτερος προφήτης τὸν λιμὸν τοῦτον αἰνιττόμενος ἐβόα λέγων· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε. Στερηθέντες δὲ τῆς αἰωνίου τροφῆς καὶ τὸν ἄρτον τῆς ζωῆς παραιτησάμενοι, οὐκέθ' ὡς πρόβατα γενήσονται τοῦ καλοῦ ποιμένος· παραβληθήσονται δὲ κυσίν. Εἶτα δὲ καὶ τῆς ἑαυτῶν πόλεως, ἣν κακῶς ᾤκησαν, ἀπελασθήσονται· ἀποκλεισθήσονταί τε αὐτῆς, ὡς μηκέτ' αὐτῆς ἐπιβαίνειν τολμᾷν· ἐπειδήπερ οἱ οἰκοῦντες αὐτὴν αἱμάτων αὐτὴν ἐπλήρουν. ∆ιὸ ἐν τῷ προδηλωθέντι ἐλέγετο· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἀλλ' ἐκεῖ μὲν τὰ τολμηθέντα τῷ Ἰσραὴλ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ κατὰ τοῦ Σωτῆρος ἐδηλοῦτο· ἐνταῦθα δὲ τὸ συμβεβηκὸς αὐτοῖς μετὰ ταῦτα τῇ τοῦ ἁγίου Πνεύματος προγνώσει ἡ Γραφὴ στηλιτεύει· διὸ καὶ στηλογραφία κέκληται. Τοῦ δὲ λόγου τὸ ἀποτέλεσμα παρίστησιν ἡ τῶν πραγμάτων ἔκβασις. Μετὰ γοῦν τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, ἐπιστάντες Ῥωμαῖοι τέλος ἐπῆγον τοῖς προφητικοῖς λόγοις. Νόμοις γοῦν τῶν κρατούντων ἐξ ἐκείνου τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπηγόρευται τοῖς τόποις ἐπιβαίνειν, ἀπαραιτήτου τιμωρίας ἐπαιωρουμένης τοῖς τοῦ νόμου παραβάταις. ∆ιὸ εἰσέτι καὶ σήμερον ἀμφὶ μὲν τοὺς ὅρους καὶ κύκλῳ παριόντες πόῤῥωθεν ἵστανται· μηδ' ἐξ ἀπόπτου