180
τὸ πάλαι νενομισμένον αὐτοῖς ἱερὸν ἔδαφος θεάσασθαι καταξιούμενοι· ἔξωθεν δὲ κυκλοῦντες, πίστιν ἐπάγουσι τῇ μετὰ χεῖρας λεγούσῃ Γραφῇ· Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Καὶ τούτοις ἑξῆς ἐπιλέγεται ἡ αἰτία δι' ἣν ταῦτα πείσονται· Ἰδοὺ γὰρ, φησὶν, ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, ὅτι τίς ἤκουσε; ταῦτα γὰρ ἅπαντα πεπόνθασι διὰ τὰς ἀθέους αὐτῶν καὶ δυσσεβεῖς φωνὰς, ἃς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἠφίεσαν, ἐπὶ τοῦ Πιλάτου βοῶντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὃ δὴ σημαίνει φάσκων ὁ λόγος· Ἰδοὺ ἀποφθέγξονται ἐν στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. Ἀντὶ δὲ τοῦ, Ὅτι τίς ἤκουσε; σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ὡς οὐδενὸς ἀκούοντος ἐβόων. Τοιαῦτα γὰρ κατὰ τοῦ Σωτῆρος ὑλάκτουν, ὡς μηδενὸς ὑφορῶντος, καὶ ὡς μὴ τῆς φωνῆς αὐτῶν ἐπακροωμένου τοῦ Θεοῦ. Ἀλλ' ἐκεῖνοι μὲν ὡς μηδενὸς ἀκούοντος ἐβόων· σὺ δὲ αὐτὸς ὁ πάντων ἔφορος κριτὴς οὐ μόνον ἤκουες τὰ τοιαῦτα ὑλακτούντων, ἀλλὰ καὶ καταγελάστους ἐποίεις. Καὶ πῶς γὰρ οὐκ ἦσαν, καταγέλαστοι οἱ νομίζοντες δύνασθαι τὸν τῶν τοσούτων παραδόξων ἔργων ποιητὴν τῇ ἑαυτῶν νικήσειν κακίᾳ; Καὶ ἐν τῷ βʹ δὲ εἴρηται ψαλμῷ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ Κύριος ἐκμυκτηριεῖ αὐτούς. 23.544 Ἐξουδενώσεις πάντα τὰ ἔθνη. Ἀντὶ δὲ τοῦ, Ἐξουδενώσεις πάντα τὰ ἔθνη, ὁ Σύμμαχος, Ἐπιφράξει πᾶσι τοῖς ἔθνεσιν, ἡρμήνευσε. ∆ηλοῖ δὲ ὁ λόγος ἐπιτίμησίν τινα τοῦ Θεοῦ πρὸς πάντα τὰ ἔθνη. Ἐπειδὴ γὰρ ἀνωτέρω ἐλέγετο· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· ἀκολούθως διδάσκει, ὡς ἐπισκοπῶν ὁ Θεὸς ἐπιτιμήσει πρότερον πᾶσι τοῖς ἔθνεσιν, εἶτ' ἐπιστρέψει αὐτὰ τῆς πολυθέου καὶ εἰδωλολάτρου πλάνης. Γνῶναι δέ ἐστι τοῦ λόγου τὸ ἀποτέλεσμα ἐπιστήσαντα, ὡς μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν, τὰ μάλιστα περὶ τὴν πολύθεον πλάνην ἐπτοημένα ἔθνη, κατ' ἀρχὰς τοῦ κηρύγματος ἐναντιωθέντα τῇ τοῦ λόγου παραδοχῇ, πολιορκίαις καί τισιν ἄλλαις ἐπιστρεπτικαῖς περιστάσεσιν ἐσωφρονίσθη, τοῦ Θεοῦ τοῦτον τὸν τρόπον ἐπιφθεγγομένου καὶ ἐπιτιμῶντος αὐτοῖς· οὕτω γοῦν, μετὰ ταῦτα σωφρονισθέντες, καθυπετάγησαν τῷ σωτηρίῳ λόγῳ, ∆ιὸ ἐπιλέγεται ἑξῆς ἐκ προσώπου τοῦ Σωτῆρος· Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι ὁ Θεὸς ἀντιλήπτωρ μου, ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ Θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου· ἢ κατὰ τὸν Σύμμαχον, Ἐπιδεῖν ποιήσει με τοῖς ἀποτειχίζουσί με. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται· Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις, εἰσακούσεται τὸ οὖς μου. Ἀλλὰ καὶ ὁ ∆αυῒδ τοῦ Σαοὺλ τὴν πτῶσιν καὶ τὴν τελευτὴν εἶδεν, ἐπεῖδέ τε αὐτοῦ τῇ καταστροφῇ τοῦ θανάτου. Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ σου. Πάλιν πληθυντικῶς, Μὴ ἀποκτείνῃς αὐτοὺς, φησὶ, καὶ διασκόρπισον αὐτοὺς, καὶ κατάγαγε αὐτούς· οὐδενὸς ἐχθροῦ τῷ ∆αυῒδ καθ' ὃν καιρὸν ταῦτα ἐλέγετο δεικνυμένου ἐκ τῆς ἱστορίας ἢ μόνου τοῦ Σαούλ. Ἀλλὰ γὰρ καὶ ταῦτα τὸ πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ Σωτῆρος ἀναφωνεῖ περὶ τῶν ἐπαναστάντων αὐτῷ, περὶ ὧν ἐλέγετο· Καὶ λαοὶ ἐμελέτησαν κενά. Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνέστησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Τούτους οὖν τοὺς εἰς κενὸν τὰς περὶ αὐτοῦ προφητείας μελετήσαντας, τούς τε ἄρχοντας αὐτῶν καὶ καθηγουμένους μὴ ἀποκτείνῃς, φησὶν, ἀλλὰ διασκόρπισον καὶ κατάγαγε. Εὔχεται δὲ αὐτοὺς καθαιρεθῆναι τοῦ ἀξιώματος· ὃ δὲ καὶ γέγονεν. Οὐκέτι γοῦν βασιλεὺς, οὐδὲ ἀρχιερεὺς, οὐδὲ προφήτης, ἀλλ' οὐδὲ γραμματεῖς καὶ Φαρισαῖοι, καὶ Σαδδουκαῖοι παρ' αὐτοῖς εἰσιν. Οὐ μὴν καὶ ἀποκτανθῆναι αὐτούς φησι. ∆ιὸ συνέστηκεν αὐτῶν τὸ γένος, καὶ τῶν παίδων ἡ διαδοχὴ πληθύνει. Οὐ γὰρ ἀπεκτάνθησαν, οὐδὲ ἐξ ἀνθρώπων ἀπεσβέσθησαν· ἀλλ' εἰσὶ μὲν καὶ ὑφεστήκασιν· οὕτω δὲ ὡς καταβεβλημένοι