181
καὶ κατενηνεγμένοι ἧς πάλαι ἠξίωντο παρὰ Θεῷ τιμῆς. Ἀλλὰ καὶ διασκόρπισον αὐτοὺς, φησὶν, ἐν τῇ δυνάμει σου· ἢ κατὰ τὸν Σύμμαχον· Ἀναστάτωσον αὐτοὺς τῇ δυνάμει σου. Ὃ δὴ καὶ αὐτὸ τὸ πρᾶγμα ἐναργέστερον παντὸς λόγου παρίστησιν, ἁπανταχοῦ γῆς τοῦ Ἰουδαίων ἔθνους διεσκορπισμένου, 23.545 καὶ ἀναστάτου τυγχάνοντος· ὥστ' εἰ μέγα φρονοῖεν ἐπὶ τούτῳ Ἰουδαῖοι, ὡς πάντα πληροῦντες τὰ ἔθνη παρά τε βαρβάροις καὶ ἐν μέσοις Ἕλλησιν οἰκοῦντες· ἀλλ' ἴστωσαν, ὅτι ἐν κατάρας λόγῳ ταῦτα περὶ αὐτῶν ἐθεσπίζετο. Ἡ γοῦν παροῦσα προφητεία φησὶν περὶ αὐτῶν· ∆ιασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου Κύριε. Ἀλλὰ καὶ τὸ μὴ πάμπαν αὐτοὺς ἐξ ἀνθρώπων ἠφανίσθαι σημαίνει λέγουσα· Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ σου. Εἰ γὰρ ἦσαν ἐξ ἀνθρώπων ἀφανισθέντες, καὶ μηδαμῶς ἐν ζῶσιν ὄντες, οὐκ ἂν εἶδον, φησὶ, τὸν ἐμὸν λαὸν, οὐδ' ἂν ἔγνωσαν ἀνθοῦσαν τὴν ἐμὴν Ἐκκλησίαν· ἀλλ' ἵνα βλέπωσιν αὐτὴν καὶ τὸν ἐμὸν θεωρῶσι λαὸν, μὴ ἀποκτείνῃς μὲν αὐτοὺς, διασκόρπισον δὲ αὐτοὺς ἁπανταχοῦ γῆς, ἔνθα μέλλει καὶ ἡ ἐμὴ Ἐκκλησία συνίστασθαι· ὅπως, βλέποντες τὸν ἐμὸν λαὸν καὶ τὴν καθ' ὅλης τῆς οἰκουμένης ὑπ' ἐμοῦ θεμελιωθεῖσαν Ἐκκλησίαν, εἰς ζῆλον ἔρχοιντο θεοσεβείας, καὶ τῷ παραδείγματι τοῦ ἐξ ἐθνῶν ἐπιστρέφοντος λαοῦ καὶ αὐτοὶ παύσοιντό ποτε τοῦ ἀνιάτου παρ' αὐτοῖς καὶ ἀθεραπεύτου κακοῦ τῆς εἰδωλολατρείας. Οὐκοῦν καὶ ταῦτα ὑπὲρ αὐτῶν ὁ Σωτὴρ ηὖκται, δεηθεὶς τοῦ Πατρὸς μὴ ἀναιρεθῆναι μὲν αὐτοὺς, μένειν δὲ ἐν τῷ βίῳ καὶ φυλάττεσθαι ἐπὶ τῷ θεωρεῖν τὸν αὐτοῦ λαὸν καὶ μεγάλα ἐξ αὐτοῦ ὠφελεῖσθαι. Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν. Πάλιν κἀνταῦθα τὴν αἰτίαν παρίστησι τῶν προλεχθέντων. ∆ιὰ τί γὰρ ταῦτα παθεῖν αὐτοὺς ἠξίου, ἀναγκαίως διδάσκει λέγων· ∆ι' ἁμαρτίαν στόματος αὐτῶν, καὶ διὰ τὸν λόγον τῶν χειλέων αὐτῶν. Καὶ ἔστι θαυμάσαι τὸ ἀκριβὲς τῆς τοῦ ἁγίου Πνεύματος προῤῥήσεως. Ἐπειδὴ γὰρ οὐκ αὐτοὶ Ἰουδαῖοι, κατὰ τὸν τοῦ Σωτῆρος ἡμῶν καιρὸν τὸν θάνατον αὐτῷ εἰργάσαντο, Ῥωμαϊκῇ δὲ χειρὶ τοῦτ' ἐπράττετο, δικάζοντος μὲν Πιλάτου, διαλαβόντων δὲ στρατιωτῶν καὶ ἀπαγαγόντων αὐτὸν, Ἰουδαίων δὲ τούτων μηδ' ὁτιοῦν πεποιηκότων· εἰκότως οὐκ αὐτὸ τὸ ἔργον τοῦ θανάτου τούτοις ἀνατίθησι, ἀλλὰ τὴν αἰτίαν. Οἵ τε γὰρ ἄρχοντες τῶν Ἰουδαίων, συνέδριον ποιησάμενοι, πᾶσαν ἐκίνησαν μηχανὴν, ὅπως αὐτὸν ἀπολέσωσιν· οἵ τε τούτοις χαριζόμενοι ψευδομάρτυρες καὶ συκοφάνται εἰς πρόσωπον ἔστησαν τοῦ Σωτῆρος· ὅ τε πᾶς λαὸς φωναῖς καὶ χείλεσιν οἰκείοις τὸ αἷμα αὐτοῦ καθ' ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων παίδων ἐζητήσαντο. Εἰκότως οὖν ὁ παρὼν λόγος οὐ τῆς τοῦ θανάτου πράξεως, ἣν ὥρισε μὲν Πιλάτος, διεπράξαντο δὲ οἱ ὑπ' αὐτῷ στρατιῶται, μνημονεύει, ἀλλὰ τῆς τῶν ἀρχιερέων συσκευῆς, καὶ τῆς τῶν συκοφαντῶν μαρτυρίας, τῆς τε φωνῆς τοῦ πλήθους ἐπιβοήσαντος κατ' αὐτοῦ. ∆ιό φησιν· Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· ὡσεὶ ἔλεγε σαφέστερον· ∆ι' ἁμαρτίαν στόματος αὐτῶν, καὶ διὰ λόγον χειλέων αὐτῶν. ∆ιὰ γὰρ ταῦτα διασκόρπισον αὐτοὺς τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου Κύριε. Κατὰ δὲ τὸν Σύμμαχον, Ἁμαρτίᾳ, φησὶ, τοῦ στόματος αὐτῶν, καὶ τῷ λόγῳ τῶν χειλέων αὐτῶν τὰ προλεχθέντα αὐτοῖς ἐπαχθήσεσθαι. Καὶ ἐπιλέγει· Καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· ἢ, κατὰ τὸν Σύμμαχον, Συλληφθήτωσαν μετὰ τῆς 23.548 ὑπερηφανίας αὐτῶν. Ὑπερήφανοι γάρ τινες ὄντες καὶ ἀλαζόνες, οὐκ ἔφερον τοῦ Σωτῆρος ἡμῶν τὴν παῤῥησίαν. ∆ιὸ μετὰ πολλῆς ὑπερηφανίας προσελθόντες ἔλεγον αὐτῷ· Τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἡμῶν γὰρ κρατούντων τοῦ ἱεροῦ καὶ τοῦ παντὸς ἔθνους ἀρχόντων, σὺ τίς ὢν καὶ πόθεν τὰ τοιαῦτα τολμᾷς; Τούτων οὖν ἕνεκα τῶν λόγων ἐνταῦθα εἴρηται· Καὶ συλληφθήτωσαν