182
ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται· ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσε· Συλληφθήτωσαν μετὰ τῆς ὑπερηφανίας αὐτῶν, ἀρὰν καὶ ψεῦδος λαλοῦντες. Εἶθ' ἑξῆς ἐπιλέγει· Ἐν συντελείᾳ, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν. Ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος λευκότερον ἀπέδωκε φήσας· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον ἵνα μὴ ὦσι. Ταῦτα δὲ τὸ Πνεῦμα τὸ προφητικὸν οὐκ ἐπαρώμενον τοῖς ταῦτα μέλλουσι πείσεσθαι προαναφωνεῖ, τὰ δὲ συμβησόμενα προαγορεῦον, τῆς διανοίας τοιοῦτον παριστώσης νοῦν. ∆ιὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ διὰ τὸν λόγον τῶν χειλέων αὐτῶν συλληφθήσονται ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν, καὶ συλληφθήσονται ἀρὰν καὶ ψεῦδος λαλοῦντες· γενήσονταί τε ἐν συντελείᾳ καὶ ἐν ὀργῇ ἀναλισκούσῃ αὐτοὺς ὡς μηκέθ' ὑπάρχειν. Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· Τέλεσον ἐν χόλῳ, τέλεσον, καὶ οὐχ ὑπάρξουσιν. Ὥσπερ οὖν καὶ κατὰ τὸν Σύμμαχον· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι. Θεσπίζει δὲ διὰ τούτων ὁ λόγος μηκέτι ὑπάρχειν ἐν τῇ προλεχθείσῃ πόλει τοὺς τὰ τοιαῦτα τετολμηκότας· τέλος δὲ λαβεῖν λοιπὸν τὴν πάλαι σπουδαζομένην ἐν τῇ πόλει λατρείαν καὶ τὴν ἐν αὐτῇ συνεστῶσαν βασιλείαν, καὶ πάντα τὰ πρότερον αὐτοῖς ὑπάρχοντα ἐκ Θεοῦ ἀγαθὰ, προφητῶν δηλαδὴ παρουσίας, καὶ ἀγγέλων ἐπιφανείας καὶ τὴν λοιπὴν ἐπισκοπήν· ἃ δὴ ἀληθῶς τέλους ἔτυχε διὰ τῆς ἐπενεχθείσης αὐτοῖς ὀργῆς. Ὅτι δὲ περὶ τούτων λέλεκται τὸ, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι, δῆλον ἀπὸ τοῦ λεγομένου ἑξῆς. Τί δὲ ἦν τοῦτο; Καὶ γνώσονται, ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ τῶν περάτων τῆς γῆς. Εἰ γὰρ περὶ αὐτοῦ ἐλέγετο τοῦ ἔθνους καὶ περὶ αὐτῶν τῶν ἀνδρῶν τό· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι, πῶς, συντελεσθέντες, καὶ μηκέθ' ὑπάρχοντες, ἐδύναντο γινώσκειν, ὅτι ὁ Θεὸς δεσπόζει τῶν περάτων τῆς γῆς; πῶς δὲ καὶ ἀνωτέρω ἐλέγετο. Μὴ ἀποκτείνῃς αὐτούς, ἔδοξε γὰρ ἂν ἐναντίον εἶναι τὸ, Μὴ ἀποκτείνῃς αὐτοὺς, τῷ, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσιν. Ἀλλ' οὐκ εἴρηται ἐνταῦθα, Συντέλεσον αὐτούς· ἀλλ' ἀορίστως, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσιν, ἐπινοούντων ἡμῶν καὶ προσυπακουόντων ἔξωθεν τὸ, ἵνα μὴ ὦσιν ὁποῖοι καὶ ἦσαν πρότερον, καὶ ἵνα μὴ ὑπάρχωσιν ἐν ᾗ ἐτύγχανον πάλαι παρὰ τῷ Θεῷ τιμῇ· ἧς ἀφαιρεθείσης αὐτῶν, καὶ τῶν πάλαι ὑπαρχόντων αὐτοῖς ἀρθέντων, γυμνοὶ καταλειφθέντες καὶ κατενεχθέντες ἀπὸ τοῦ ὕψους τῆς ὑπερηφανίας αὐτῶν, διασκορπισθέντες τε εἰς πάντα τὰ ἔθνη, ἔγνωσαν 23.549 αὐτοῖς ἔργοις, ὅτι ὁ πάλαι Θεὸς Ἰακὼβ χρηματίζων, οὗτος αὐτὸς δεσπόζει οὐκέτι τοῦ Ἰακὼβ, οὐδὲ τοῦ Ἰσραὴλ, ἀλλὰ πάντων τῶν περάτων τῆς γῆς. Θεὸν δὲ Ἰακὼβ καὶ νῦν εὐκαίρως ὠνόμασε, τὸν Χριστὸν δηλώσας· αὐτὸς γὰρ ἦν ὁ ἐν ἀνθρώπου σχήματί τε καὶ μορφῇ τῷ πατριάρχῃ Ἰακὼβ ὀφθεὶς, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ. Μετονομάζει τε αὐτὸν λέγων· Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Αὐτὸς οὖν ἐκεῖνος ὁ τῷ Ἰακὼβ χρηματίσας Θεὸς τῶν περάτων τῆς γῆς ἄρξει κυριολογούμενος παρὰ πᾶσι τοῖς ἔθνεσι, δεσπότης τε καὶ Κύριος ὀνομαζόμενος. Ἅπερ ἵνα ὀφθαλμοῖς παραλάβωσιν οἱ ἀρνησάμενοι αὐτὸν, ἀναγκαίως προείρηται· Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου· καὶ ἐνταῦθα· Καὶ γνώσονται, ὅτι δεσπόζει τῶν περάτων τῆς γῆς ὁ Θεὸς Ἰακώβ. Ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Εἰς βεβαίωσιν τῶν προλεχθέντων δευτεροῖ τὸν λόγον, ἐπαναλαβὼν τὴν αὐτὴν προφητείαν, θεσπίζει τε, ὅτι οὐκ ἀφανισθήσονται ἐξ ἀνθρώπων οὐδὲ ἀποκτανθήσονται, ἐπιστρέψουσι δὲ, τουτέστιν, εἰς συναίσθησιν ἐλεύσονται ὀψέ ποτε καὶ ἑσπέραν· Λιμώξουσί τε ὡς κύων· ἢ, κατὰ τὸν Ἀκύλαν, Ὀχλάσουσιν ὡς κύων· ἢ, κατὰ τὸν Σύμμαχον, Θορυβηθήσονται ὡς κύνες, καὶ περικυκλώσουσι πόλιν. Ταῦτα δὲ καὶ διὰ τῶν