183
ἔμπροσθεν ἐθεσπίζετο· ἀλλ' ἐκεῖ μὲν ἀνεφέρετο ἑξῆς ἡ αἰτία ἐν τῷ, Ἰδοὺ ἀποφθέγξονται τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, καὶ δι' ἁμαρτίαν στόματος αὐτῶν, καὶ λόγον χειλέων αὐτῶν· ἐνταῦθα δὲ μετὰ τὸ, Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν, ἐπενήνεκται· Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι καὶ γογγύσουσιν. Ἀνθ' οὗ ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἀνακαμπτέτωσαν εἰς ἡμέραν, θορυβείτωσαν ὡς κύνες, περιερχόμενοι πόλιν ῥεμβόμενοι, ἵνα μὴ ἀχόρταστοι αὐλισθῶσι. ∆ιασκορπισθέντες γοῦν εἰς πάντα τὰ ἔθνη δίκην κυνῶν λιμωττόντων ζητοῦσι τοῦ φαγεῖν· μὴ εὑρίσκοντες δὲ τροφὴν λογικὴν, ἐκλείπουσιν. Εἰ δὲ καί ποτε ἀπὸ ψιλῆς τῶν θείων Γραφῶν ἀναγνώσεως μεταλάβοιεν τροφῆς, ὅμως, οὐδενὸς στεῤῥοῦ μεταλαμβάνοντες οὔτε ζωοποιοῦ ἄρτου ἀπογευόμενοι, ἀχόρταστοι διαμένουσι· μὴ χορταζόμενοι δὲ, καταγογγύζουσιν, ὥσπερ οὖν κατεγόγγυσάν ποτε ἐπὶ τῆς ἐρήμου. Τοῦτο γὰρ αὐτοῖς ποιεῖν σύνηθες. ∆ιὸ πρὸς ἡμᾶς φησιν ὁ Ἀπόστολος· Μηδὲ γογγύζητε, καθὼς τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τῶν ὄφεων. Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου, καὶ ἀγαλλιάσομαι τῷ πρωὶ τὸ ἔλεός σου· ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. Βοηθός μου, σοὶ ψαλῶ, ὅτι Θεὸς ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου τὸ ἔλεός μου. Ταῦτα μὲν οὖν οἱ ἐπαναστάντες μοι πείσονται· ἐγὼ δὲ τὴν δύναμίν σου τοῦ ἐμοῦ Πατρὸς ᾄσομαι. Λέγεται δὲ ταῦτα ἐκ προσώπου τοῦ Σωτῆρος προφητικῷ πνεύματι, ὡς καὶ ἐν ἑτέροις ἐλέγετο ἐξ αὐτοῦ· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ ἀγαλλιάσομαι δὲ, φησὶ, τῷ πρωὶ τὸ ἔλεός σου· ὅπερ ὁ Σύμμαχος 23.552 ἡρμήνευσε· Καὶ ὑμνήσω κατ' ὄρθρον τὸ ἔλεός σου. Σημαίνει δὲ διὰ τούτου προφητικῶς τὴν κατ' ὄρθρον καὶ καθ' ἑκάστην πρωίαν τῆς ἀναστασίμου ἡμέρας καθ' ὅλης τῆς οἰκουμένης ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συντελουμένην λατρείαν. Ἐν μὲν γὰρ τῷ λέγεσθαι, Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε, ὁ τόπος ἐδηλοῦτο καθ' ὃν ὑμνήσειν τὸν Πατέρα ὁ Χριστὸς ἐπηγγέλλετο· ἐν δὲ τῷ, Καὶ ὑμνήσω κατ' ὄρθρον τὸ ἔλεός σου, ὁ χρόνος παρίσταται, ἐν ᾧ τὸ ἔλεος τὸ πατρικὸν τὸ εἰς πάντα χυθὲν τὰ ἔθνη ὁ Μονογενὴς αὐτοῦ διὰ τοῦ ἰδίου λαοῦ ὑμνεῖ χαίρων καὶ ἀγαλλιώμενος ἐπὶ τούτῳ. Καὶ ταῦτα δὲ πάντα ἀποδώσω σοι, φησίν· ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. Τούτων γὰρ ἁπάντων παρὰ τοῦ Πατρὸς τυχὼν, εἰκότως κατ' ὄρθρον ὑμνήσω τὸν ἔλεόν σου, καί σοι ψαλῶ αὐτὸς ἐγώ· ὅτι γέγονάς μου ἀντιλήπτωρ, καὶ Θεός μου καὶ ἔλεός μου. Οὐδεὶς γὰρ τῶν ὑποβεβηκότων οἷός τε ἦν ἐμοὶ ὀρέγειν χεῖρα ἢ σὺ μόνος ὁ ὑπὲρ μὲ Πατήρ. ∆ιὸ καί σου ἀνηρτῆσθαι ὁμολογῶ, καὶ τὴν δύναμίν σου ᾄσομαι, ἀντιλήπτορα καὶ καταφυγὴν ἐμαυτοῦ σὲ μόνον ἐπιγραφόμενος. Εἶεν δ' ἂν αὗται αἱ φωναὶ τοῦ Σωτῆρος, διδάσκοντος τοὺς πάντας εὐσεβεῖν εἰς τὸν αὑτοῦ Πατέρα.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΟΙΣ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΤΩ ∆ΑΥΙ∆ ΕΙΣ ∆Ι∆ΑΧΗΝ, ΟΠΟΤΕ ΕΝΕΠΥΡΙΣΕ ΤΗΝ ΜΕΣΟΠΟΤΑΜΙΑΝ ΣΥΡΙΑΣ, ΚΑΙ ΤΗΝ ΣΥΡΙΑΝ ΣΩΒΑΛ, ΚΑΙ ΑΠΕΣΤΡΕΨΕ ΙΩΑΒ ΚΑΙ ΕΠΑΤΑΞΕ ΤΗΝ ΦΑΡΑΓΓΑ ΤΩΝ ΑΛΩΝ ∆Ω∆ΕΚΑ ΧΙΛΙΑ∆ΑΣ ΝΘʹ. «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς.» Εἰς στηλογραφίαν μέν ἐστι καὶ ὁ παρὼν λόγος, οὐ μὴν κατὰ τοὺς αὐτοὺς εἴρηται χρόνους ταῖς πρὸ αὐτῆς. Ἐκεῖναι μὲν γὰρ ἔτι ζῶντος Σαοὺλ καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν ∆αυῒδ ἐλέχθησαν· ἡ μὲν πρώτη, «ὁπότε ἐκράτησαν αὐτὸν οἱ Ἀλλόφυλοι ἐν Γέθ·» ἡ δὲ δευτέρα, «ἐν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον·» ἡ δὲ τελευταία, «ὅτε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν.» Τὴν δὲ μετὰ