184
χεῖρας μετὰ τὸν θάνατον Σαοὺλ, τὴν ἀρχὴν ἤδη τῆς βασιλείας διέπων, πολύν τε ἐν αὐτῇ χρόνον διαγενόμενος, ὁ ∆αυῒδ θεσπίζει. Τοῦτο δὲ ἐπισημαίνεται ἡ προγραφὴ φάσκουσα· «Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβᾶ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν δώδεκα χιλιάδας.» Εὕροις δ' ἂν τὴν ἱστορίαν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν, ἐν ᾗ γέγραπται· «Καὶ ἐπάταξε ∆αυῒδ τὸν Ἀδραζὰρ υἱὸν Ἰαὰβ βασιλέα Σωβᾶ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην. Καὶ προκατελάβετο ∆αυῒδ τῶν αὐτοῦ χίλια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν. Καὶ παρέλυσε ∆αυῒδ πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο αὐτῷ ἐξ αὐτῶν ἑκατὸν ἅρματα. Καὶ παραγίνεται Συρία ∆αμασκοῦ βοηθῆσαι τῷ Ἀδραζὰρ βασιλεῖ Σωβᾶ. Καὶ ἐπάταξε τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. Καὶ ἔθετο ∆αυῒδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ ∆αμασκόν. Καὶ ἐγένετο ὁ Σύ 23.553 ρος τῷ ∆αυῒδ εἰς δούλους φέροντας ξένια. Καὶ ἔσωσε Κύριος τὸν ∆αυῒδ ἐν πᾶσιν οἷς ἐπορεύετο.» Τούτοις ἑξῆς μετὰ βραχέα ἐπιλέγεται· «Καὶ ἐβασίλευσε ∆αυῒδ ἐπὶ Ἰσραήλ· καὶ ἦν ∆αυῒδ ποιῶν κρῖμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ. Καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατείας.» Καὶ αὖθις μεθ' ἕτερα εἴρηται· «Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Ῥοὼβ καὶ τὴν Συρίαν Σοβὰλ εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μαχαὰ χιλίους ἄνδρας, καὶ Εἰστὼβ ιβʹ χιλιάδας ἀνδρῶν. Καὶ ἤκουσε ∆αυῒδ, καὶ ἀπέστειλε τὴν δύναμιν, τοὺς δυνατούς. Καὶ ἐξῆλθον υἱοὶ Ἀμμὼν, καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σωβᾶ καὶ Ῥοὼβ καὶ Εἰστώβ. Καὶ εἶδεν Ἰωὰβ, ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόσωπον· καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ἰσραὴλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας,» καὶ τὰ τούτοις ἑξῆς. Οἷς ἑξῆς ἐπιφέρεται· «Καὶ εἶδον οἱ δοῦλοι Ἀδραζὰρ, ὅτι ἔπταισεν ἔμπροσθεν Ἰσραὴλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς.» ∆ιὰ τούτων ἡ ἱστορία καὶ τοῦ Εὐφράτου καὶ τῆς Σωβὰλ καὶ τῆς Συρίας καὶ τοῦ Ἰωὰβ, καὶ τῶν ιβʹ χιλιάδων ἐμνημόνευσε, καὶ ὡς τῶν πολεμίων ἁπάντων περικρατὴς γέγονεν ὁ ∆αυΐδ· ὅπως τε ὁ ἀρχιστράτηγος αὐτοῦ Ἰωὰβ, παραταξάμενος τοῖς ἀλλοφύλοις, ὑποχειρίους αὐτοὺς εἰλήφει. Αὐτοὺς δὴ οὖν ἐκείνους, καθ' οὓς ταῦτα ἐπράττετο, σημαίνει ἡ μετὰ χεῖρας στηλογραφία. Κατὰ δὲ τὸν Σύμμαχον τὰ τῆς προγραφῆς οὕτως ἔχει· «Ἐπινίκιον ὑπὲρ τῶν ἀνθῶν τοῦ ταπεινόφρονος καὶ ἀμώμου τοῦ ∆αυῒδ, εἰς διαδοχὴν, ὁπότε, ἐμπρήσας τὴν Συρίαν τῆς Μεσοποταμίας, καὶ τὴν Συρίαν Σωβὰλ, καὶ ἀνέστρεψε Ἰωὰβ, καὶ ἐπάταξε τὸν Ἐδὼμ ἐν τῇ φάραγγι τοῦ Ἁλὸς ιβʹ χιλιάδας.» ∆ηλοῖ δὲ ὁ χρόνος εἰρῆσθαι τὰ προκείμενα, ἐν τῷ διαπρέπειν καὶ τὰ μεγάλα κατορθοῦν βασιλεύοντα τὸν ∆αυῒδ, πρὸ τῆς κατὰ τὴν Βηθσαβεὲ ἱστορίας, ὅτε καλῶς αὐτῷ τὰ πράγματα προὐχώρει εὐδοκιμοῦντι παρὰ τῷ Θεῷ καὶ παρὰ τοῖς πᾶσιν· ὡς μαρτυρεῖσθαι, ὅτι ἦν ποιῶν κρῖμα καὶ δικαιοσύνην ἐν τῷ Ἰσραήλ. Ἀλλὰ γὰρ ἄξιον ἐν τούτοις ἀπορῆσαι, πῶς, ἐν τοιαύτῃ τυγχάνων καταστάσει, ἀρχόμενος τῆς στηλογραφίας φάσκει· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς.» Καὶ μὴν τρόπαια κατ' ἐχθρῶν ἀνίστη, καὶ νίκας κατὰ πολεμίων ᾕρητο· δέον οὖν ἐπὶ τούτοις ᾠδὰς ἐπινικίους ᾄδειν, θύειν τε εὐχαριστήρια τῷ Θεῷ. Ὁ δὲ τούτων μὲν οὐδὲν πράττει, τἀναντία δὲ ἀπολοφύρεται λέγων· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς.» Ἀντὶ δὲ τοῦ, «καὶ ᾠκτείρησας ἡμᾶς,» «καὶ περιήγαγες ἡμᾶς,» ὁ Σύμμαχος ἡρμήνευσεν· ἡ δὲ πέμπτη ἔκδοσις, «καὶ περιεκύκλωσαν ἡμᾶς·» ὁ δὲ Ἀκύλας, «θυμωθεὶς μετέστρεψας ἡμῖν.» Εἶτα ἐπιλέγει ἑξῆς· «Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.» Ταῦτα δὲ ἀκατάλληλα καὶ ἀνάρμοστα δόξαι ἂν εἶναι τοῖς ἐν τῇ προγραφῇ δηλουμένοις. Ἀλλὰ γὰρ οὐκ ἀσκόπως ἡγοῦμαι τὴν προγραφὴν εἰς τὸ τέλος ἡμᾶς ἀναπέμπειν, καὶ 23.556 «τοῖς