186
φησὶν, ἐλάλησε, καὶ λαλήσας ἐν τῷ ἁγίῳ αὐτοῦ τῷ Γαλαὰδ καὶ τῷ Μανασσῇ, καὶ τῷ Ἐφραῒμ, καὶ τῷ Ἰούδᾳ, συμπεριλαμβάνει τὸν Μωὰβ καὶ τὴν Ἰδουμαίαν καὶ πάντας τοὺς λοιποὺς ἀλλοφύλους. «Μωὰβ» γὰρ, φησὶ, «λέβης τῆς ἐλπίδος μου·» ἀνθ' οὗ ὁ Σύμμαχος ἐξέδωκε, «Μωὰβ λέβης ἀμεριμνίας μου·» ὁ δὲ Ἀκύλας, «Μωὰβ λέβης λουτροῦ μου.» Εἶτα περὶ τῆς Ἰδουμαίας αὐτὸς ἐπαγγέλλεται λέγων· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου·» ἢ κατὰ τὸν Σύμμαχον, «Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβήσομαι τῷ ὑποδήματί μου.» Καὶ τοιαῦτα μὲν ἐπαγγέλλεται τῷ Μωὰβ καὶ τῇ Ἰδουμαίᾳ. Περὶ δὲ τῶν ἀλλοφύλων πάλιν ὁ αὐτὸς ἐπιλέγει· «Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν·» ἢ, κατὰ τὸν Ἀκύλαν· «Ἐπ' ἐμὲ Φυλιστιαία ἡταιρήσατο·» κατὰ δὲ τὸν Θεοδοτίωνα, «Ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν.» Αὐτὰ δὲ ταῦτα τοῖς αὐτοῖς ῥήμασι, καὶ αὐταῖς λέξεσι καὶ ἐν τῷ ρζʹ εἴρηται ψαλμῷ, ἐν ᾧ καὶ κατὰ τοὺς Ἑβδομήκοντα φιλιάσειν τῷ Θεῷ οἱ ἀλλόφυλοι θεσπίζονται. Γέγραπται γοῦν καὶ ἐν ἐκείνῳ· «Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν.» Καὶ ταῦτα μὲν περὶ τῶν ἀλλοφύλων διῆλθε. Μετὰ δὲ ταῦτα ἐκ προσώπου τοῦ Ἰουδαίων λαοῦ ἡ προφητεία πάλιν ἐπάγει φάσκουσα· «Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν;» Ἃ δὴ ὅμοια γένοιτ' ἂν τοῖς κατὰ τὴν ἀρχὴν λελεγμένοις ἐν τῷ, «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς·» δι' ὧν σαφῶς ἑαυτοὺς μὲν ἀπεῶσθαι λέγουσι καὶ καθαιρεῖσθαι, μὴ ἔχειν τε τὸν Θεὸν βοηθὸν ἐν ταῖς ἑαυτῶν δυνάμεσι· τοὺς δὲ ἀλλοφύλους καθόλου μὲν πάντας φίλους γεγονέναι τῷ Θεῷ, ἰδίως δὲ τὸν Μωὰβ λέβητα αὐτοῦ τῆς ἐλπίδος, ἢ λέβητα τοῦ λουτροῦ αὐτοῦ, ἢ τῆς ἀμεριμνίας αὐτοῦ γεγονέναι· τὴν δὲ Ἰδουμαίαν τοῦ ὑποδήματος τοῦ Θεοῦ κατηξιῶσθαι. Ταῦτ' οὖν τῷ Πνεύματι τῷ θείῳ φωτισθεὶς ὁ ∆αυῒδ, κοινοποιεῖ τὸν λόγον ὡς ἐκ προσώπου τοῦ παντὸς λαοῦ καί φησιν· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς·» ἢ, κατὰ τὸν Σύμμαχον· «Ὁ Θεὸς, ἀπεβάλου ἡμᾶς, καὶ διέκοψας ἡμᾶς·» σαφῶς ἀποβολὴν καὶ ἀποκοπὴν αὐτῶν δηλώσας. Εἶτ' ἐπιλέγει· «Ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς·» κατὰ δὲ τὸν Ἀκύλαν, «Θυμωθεὶς μετέστρεψας ἡμᾶς·» κατὰ δὲ τὸν Σύμμαχον, «Ὠργίσθης, καὶ περιήγαγες ἡμᾶς·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, «Καὶ περιήγαγες ἡμᾶς.» Ταῦτα δὲ μᾶλλον τῶν λόγων ἡ τῶν πραγμάτων ἔκβασις παρίστησι. 23.560 Μετὰ γοῦν τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν πάντα ταῦτα πεπόνθασιν, ὅτε ἔφθασεν ἐπ' αὐτοὺς ὀργὴ εἰς τέλος, ἀπώσθησάν τε καὶ καθῃρέθησαν καὶ ἀπεβλήθησαν· διεκόπησάν τε καὶ περιήχθησαν διασκορπισθέντες εἰς πάντα τὰ ἔθνη. Ἀλλὰ καὶ «συνέσεισας, φησὶ, τὴν γῆν, καὶ συνετάραξας αὐτὴν,» διὰ τὸ μυρία κακὰ ἐν αὐτῇ γίγνεσθαι· λέγω δὲ τῇ αὐτῶν γῇ, ἤτοι τῇ Ἱερουσαλὴμ, ἐν ᾗ καὶ τὸ βασίλειον, καὶ τὸ ἁγίασμα, καὶ πάντα τὰ σεμνὰ τοῦ νόμου συνετελεῖτο· ἢ καὶ πάσῃ αὐτῶν τῇ χώρᾳ, ἢ καὶ ταῖς ψυχαῖς αὐτῶν τροπικῶς γῆν ὠνομασμέναις. Ἃ δὴ πάντα ἀθρόως διὰ τὰς παρανόμους αὐτῶν πράξεις συνεσείσθη καὶ συνεταράχθη. Ὅμως δ' οὖν ἱκετεύει ὁ προφήτης λέγων ἑξῆς· «Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐκινήθη.» Κινηθεῖσα γὰρ καὶ σαλευθεῖσα τῆς οἰκείας μονῆς καὶ στάσεως ἡ προλεχθεῖσα γῆ, συντρίμματα καὶ κατάγματα ἐκτήσατο. ∆ιόπερ ἑξῆς ἐπιλέγεται· «Ἔδειξας τῷ λαῷ σου σκληρά·» καὶ ποτίζει δὲ αὐτοὺς οἶνον κατανύξεως· ἢ, κατὰ τὸν Ἀκύλαν, «οἶνον καρώσεως·» ἢ, κατὰ τὸν Σύμμαχον, «οἶνον σάλου.» Καὶ ἔστι γε εἰπεῖν τὸν ἀπὸ τῶν θείων Γραφῶν λόγον, ἐλεγκτικὸν ὄντα αὐτῶν τῆς εἰς τὸν Χριστὸν τοῦ Θεοῦ ἀπιστίας, οἶνον ὑπάρχειν κατανύξεως, νυττομένης αὐτῶν καὶ τιτρωσκομένης τῆς συνειδήσεως ἀπὸ τῶν περὶ τοῦ Σωτῆρος προφητειῶν· ἐξ αὐτῶν τε τῶν περιεχόντων αὐτοὺς πραγμάτων καὶ ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς. Ταῦτα γὰρ, κἂν ἀπροσποίητοι εἶναι δοκῶσιν, ὅμως τὴν συνείδησιν αὐτῶν τιτρώσκει, πλήττοντα καὶ εἰς συναίσθησιν αὐτοὺς