187
ἄγοντα τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀπιστίας. Ἀλλ' ἐκείνοις μὲν τοιαῦτα μέλλειν ἔσεσθαι θεσπίζει. Τοὺς δὲ μέλλοντας προστρέχειν τῷ Χριστῷ τοῦ Θεοῦ, καὶ τὴν δι' αὐτοῦ σωτηρίαν παραδέχεσθαι, εὐαγγελίζεται ἑξῆς λέγων· «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Κατὰ δὲ τὸν Ἀκύλαν· «Ἔδωκας, φησὶ, τοῖς φοβουμένοις σε σύσσημον, τοῦ σημειοῦσθαι ἀπὸ προσώπου βεβαιότητος·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔδωκας τοῖς φοβουμένοις σε σημεῖον, εἰς τὸ ἐκφυγεῖν ἀπὸ προσώπου τοξεύματος.» Εἰ μὲν οὖν ἦσαν καὶ οἱ διὰ τῶν ἔμπροσθεν δεδηλωμένοι τῷ σημείῳ τούτῳ, οὐκ ἂν ἀπώσθησαν, οὐδ' ἂν καθῃρέθησαν, οὐδ' ἂν τῇ ὀργῇ παρεδόθησαν· ἀλλ' ἐπεὶ μὴ ἠβουλήθησαν καταδέξασθαι τὸ σωτήριον σημεῖον, εἰκότως τούτοις περιπεπτώκασιν. Οἱ δέ γε φοβούμενοι τὸν Κύριον (οὕτω δὲ εἴωθε καλεῖν ὁ λόγος τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὡς πολλάκις διὰ πλειόνων ἐδείξαμεν), λαβόντες τὸ σημεῖον χρησάμενοί τε αὐτῷ, καὶ κατὰ τοῦ προσώπου σφραγιζόμενοι, εὕραντο φυγὴν ἀπὸ προσώπου τόξου, μηδενὸς νοητοῦ καὶ ἀοράτου πολεμίου βάλλειν αὐτοὺς τολμῶντος διὰ τὸ ἐπικείμενον αὐτοῖς σημεῖον καὶ τοῖς παλαιοῖς δεδομένον. Μωϋσῆς μὲν γὰρ τὰς φλιὰς τῶν οἴκων τῶν Ἰσραηλιτῶν αἵματι τοῦ προβάτου τοῦ Πάσχα κατασημαίνεσθαι διετάξατο εἰς ἀποτροπὴν τοῦ ὀλοθρευτοῦ· καὶ ἐν τῷ Ἐζεκιὴλ δὲ, μελλούσης ἀφανίζεσθαι τῆς πόλεως, ἀναγέγραπται ὁ Θεὸς εἰρηκὼς πρὸς τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὅστις ποτ' ἦν· «∆ίελθε μέσην τὴν πόλιν 23.561 τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὰ σημεῖα ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.» Εἶθ' ἑτέροις ἐλέχθη· «Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε· μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε πρεσβύτερον καὶ νεανίσκον, καὶ νήπια καὶ παρθένον, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.» Ὁρᾷς ὅπως οἱ μὲν ἀπώλοντο· οἱ δὲ τὸ σημεῖον ἐπὶ τοῦ μετώπου φέροντες διεσώζοντο; τοιοῦτοί τινες ἦσαν καὶ οὓς ἡ παροῦσα στηλογραφία παρίστησι λέγουσα· «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου·» οὐ γὰρ τῷ Ἰσραὴλ, φησὶν, ἔδωκας, ἀλλὰ τοῖς φοβουμένοις σε. Ὅτι δὲ ἔθος ἐστὶ τῇ προφητείᾳ φοβουμένους τὸν Κύριον καλεῖν τοὺς ἐξ ἐθνῶν ἐπὶ τὸν Θεὸν καταφεύγοντας, πολλάκις ἀπεδείξαμεν, καθὼς προείρηται. Ὥσπερ οὖν ἀπὸ προσώπου τοῦ ὀλοθρευτοῦ διέφυγόν ποτε οἱ ἐν Αἰγύπτῳ τὰς πληγὰς, χρήσαντες τῷ σημείῳ τοῦ αἵματος, τὸν αὐτὸν τρόπον εἰς ἀποτροπιασμὸν τοῦ πολεμίου καὶ ἐχθροῦ τῶν ἀνθρωπίνων ψυχῶν, τοῦ τοξεύειν καὶ καταβάλλειν αὐτὰς ἐπὶ τὴν τῆς εἰδωλολατρείας πλάνην εἰωθότος, δέδοται τὸ λεγόμενον ἐνταῦθα σημεῖον τοῖς φοβουμένοις τὸν Κύριον. «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα μέχρι τοῦ τέλους καὶ ὁ ρζʹ περιέχει ψαλμός. Ἀλλ' ἐν μὲν τοῖς προκειμένοις τὰ προλεχθέντα ἀποβολὴν ἐδήλου τοῦ Ἰσραήλ· τοῦ ρζʹ τὰ πρὸ τούτου, «ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου» καὶ τῶν ἐπιφερομένων, σαφῆ κλῆσιν ἐθνῶν θεσπίζει. Προειπὼν γὰρ ὁ λόγος ἐν τῷ ρζʹ, «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου,» ἐπιφέρει· «Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν· ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Εἶτ' ἐπιλέγει τὰ ἐν τῷ μετὰ χεῖρας προκείμενα λόγῳ· «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου,» καὶ τὰ λοιπὰ συμφώνως τοῖς προκειμένοις, Σφόδρα δὲ ἐθαύμασα τοῦ ἁγίου Πνεύματος τὴν οἰκονομίαν· ἀπὸ γὰρ δύο στηλογραφιῶν