188
ἕνα ψαλμὸν πεποίηκε, τὸν ρζʹ. Τὰ μὲν γὰρ πρῶτα, ἐν οἷς ἐλέγετο· «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, καὶ τὰ ἑξῆς, ἀπὸ τῆς τοῦ νʹ στηλογραφίας τοῦ ∆αυῒδ ἐξελὼν, ἐν ᾗ καὶ αὐτῇ λέλεκτο· ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ,» καὶ τὰ ἐπιλεγόμενα δ' ἑξῆς συμφώνως τοῖς ἐν τῷ ρζʹ μέχρι τοῦ· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου·» τὰ δὲ δεύτερα τὰ ἀπὸ τοῦ, «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου,» σὺν τοῖς μέχρι τέλους ἐπενηνεγμένοις ἀπὸ τῆς μετὰ χεῖρας στηλογραφίας, διδάσκοντος ἡμᾶς θείου Πνεύματος μίαν καὶ τὴν αὐτὴν διάνοιαν ἐμφέρεσθαι ἐν ἀμφοτέροις. Ἐν μὲν γὰρ τῷ νʹ ἐξομολογήσασθαι τῷ Κυρίῳ ἐν λαοῖς καὶ ψάλλειν αὐτῷ ἐν ἔθνεσιν εὐηγγελίζετο· ἐν δὲ τῷ μετὰ χεῖρας ἀποβολὴν σημαίνει τοῦ Ἰσραὴλ, 23.564 ὥσπερ οὖν ἐδίδασκε τὰ προλεχθέντα. Καὶ δὴ μετὰ τὰ πρῶτα, δι' ὧν ἐδηλοῦτο ἡ ἀποβολὴ τοῦ προτέρου λαοῦ, τό τε σημεῖον τὸ τοῖς φοβουμένοις αὐτὸν δοθησόμενον, ἑξῆς μέσου διαψάλματος παρεντεθέντος, τὸ Πνεῦμα τὸ ἅγιον εὐχὴν ἀναπέμπει τῷ Θεῷ φάσκον· «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Ἱκετεύει δὲ ταῦτα δεόμενον, ὅπως, τῇ αὑτοῦ χρησάμενος δεξιᾷ ὁ Θεὸς, ῥύσηται καὶ σώσῃ τοὺς ἀγαπητοὺς αὐτοῦ· καὶ οὐχ ἁπλῶς ἱκετεύει, «Σῶσον,» ἀλλὰ «τῇ δεξιᾷ ἑαυτοῦ» πρῶτον μὲν ῥύσασθαι, ἔπειτα σῶσαι. Ἀγαπητοὺς δὲ τοῦ Θεοῦ οὐδ' ἄλλους ἠπίστατο ἢ τοὺς κατ' εἰκόνα τὴν αὐτοῦ πεποιημένους ἀνθρώπους. Εἰ γὰρ καὶ τὰ μάλιστα ὑποπεπτώκασι τῇ ἁμαρτίᾳ, ἀλλ' ὅμως διὰ τὴν ψυχῆς οὐσίαν νοερὰν οὖσαν καὶ λογικὴν, ἀγαπητοὶ εἴρηνται τοῦ Θεοῦ. ∆υσωπεῖ τοίνυν ὁ λόγος τὸν Θεὸν διὰ τῆς μνήμης τῶν ἀγαπητῶν αὐτοῦ, παρακαλεῖ τε ῥύσασθαι αὐτοὺς ἀπὸ νοητῶν τε ἐχθρῶν καὶ πολεμίων· ῥυσάμενόν τε σῶσαι αὐτοὺς διὰ τῆς ἑαυτοῦ δεξιᾶς. ∆εξιὰν δὲ τοῦ Θεοῦ τίνα ἄν τις εἴποι ἢ τὸν Χριστὸν αὐτοῦ τροπικῶς οὕτως ὠνομασμένον, Ὡς γὰρ ἀλλαχοῦ δύναμις καὶ σοφία λέλεκται, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, οὕτω καὶ νῦν δεξιὰ χρηματίσειεν ἄν· ἐπειδὴ τὰ δεξιὰ καὶ σωτήρια πᾶσιν ἀνθρώποις προξενήσειν ἔμελλεν. «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ,» καὶ τὰ ἑξῆς. Εὐξαμένου τοῦ ἁγίου Πνεύματος ὅπως ῥυσθῶσιν οἱ ἀγαπητοὶ τοῦ Θεοῦ, μηδὲν ὑπερθέμενος ὁ Θεὸς ἀποκρίνεται λέγων· «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα.» Ταῦτα δὲ τοῦ Θεοῦ διὰ τοῦ Λόγου αὐτοῦ ὡς δι' ἑρμηνέως λαλήσαντος, τὸ Πνεῦμα τὸ ἅγιον ἐπακοῦσαν, διδάσκει καὶ ἡμᾶς εἰδέναι αὐτά· διό φησιν· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ.» Τὸν δὲ ἅγιον τοῦ Θεοῦ μορφὴν δούλου λαβόντα οὐκ ἠγνόησάν ποτε οἱ δαίμονες· διὸ ἐβόων λέγοντες· «Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.» Ἀλλὰ καὶ ἐν πηʹ ψαλμῷ λέλεκται· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αυῒδ ψεύσομαι.» Ὡς γὰρ πατὴρ ἐφ' υἱῷ ἀγαπητῷ, οὕτως ὁ τῶν ὅλων Θεὸς ἐπὶ τῷ Υἱῷ ὤμνυσι. Καὶ ἐνταῦθα τοίνυν «ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ·» ἢ, κατὰ τὸν Ἀκύλαν, «Ὁ Θεὸς ἐλάλησεν ἐν ἡγιασμένῳ αὐτοῦ.» Πότε δὲ καὶ τοῦτ' ἐπληροῦτο, ἢ ὅτε ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ; Τί δὲ ἐλάλησεν ἢ τὰ ἐπιφερόμενα λέγων· «Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα;» Ἐν μὲν οὖν τῷ ρζʹ εἴρηται· «Ὑψωθήσομαι, καὶ διαμεριῶ Σίκιμα,» σφόδρα καταλλήλως· ἐπειδὴ ἐν ἐκείνῳ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Πρὸς γὰρ τὸ, «ὑψώθητι,» ἐπενήνεκται τὸ, «ὑψωθήσομαι·» ἐνταῦθα δὲ πρὸς τὸ, «σῶσον τῇ δεξιᾷ σου,» καὶ πρὸς τὸ, «ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου,» χαίρων ἐπὶ τῇ τῶν ἀγαπητῶν αὐτοῦ σωτηρίᾳ, τὴν ἀπόκρισιν ποιεῖται λέγων, «Ἀγαλλιάσομαι·» ἢ, κατὰ τὸν Ἀκύλαν, «Γαυριάσομαι·» ἢ, κατὰ τὸν Σύμμαχον, «Γαυριάσω καὶ διανεμήσω Σίκιμα·» Αὕτη δὲ ἦν ἡ πάλαι ἀφωρισμένη τῷ Ἰωσὴφ μερὶς κατ' ἐξαίρετον, ἐφ' ᾗ καὶ μέγα ἐφρόνουν πρότερον μὲν Ἰουδαίων 23.565 παῖδες, νῦν δὲ τὸ Σαμαρειτῶν φῦλον. Ἡ αὐτὴ