189
δέ ἐστι Σίκιμα τῇ Συχὲμ, ἣν ἔδωκεν Ἰακὼβ τῷ Ἰωσήφ· ἔνθα καὶ τὸ φρέαρ καὶ ἡ πηγὴ τοῦ Ἰακὼβ τυγχάνει, ὧν μέμνηται τὸ Εὐαγγέλιον, τὸν Σωτῆρα φάσκον ἐπιδεδημηκέναι, πολλούς τε αὐτῶν εἰς αὐτὸν πεπιστευκέναι. Ἀλλὰ καὶ μετὰ τὴν ἀνάληψιν αὐτοῦ οἱ ἀπόστολοι, ἐν τῇ Σαμαρείᾳ γενόμενοι, σημεῖα καὶ τέρατα ἐποίουν ἐν αὐτῇ, ὡς ἱστορεῖσθαι ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ Πνεῦμα τὸ ἅγιον δεδόσθαι τοῖς τὸν τόπον οἰκοῦσι, χαράν τε μεγάλην γεγονέναι αὐτόθι. Γέγραπται γοῦν, ὅτι Φίλιππος, κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει· ἐγένετο δὲ φωνὴ χαρᾶς μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. Καὶ ἑξῆς εἴρηται· «Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα ἅγιον·» καὶ ἐπιλέγει· «Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.» Ταῦτ' οὖν ἐγένετο ἐν τῇ Σαμαρείᾳ, πληρουμένης τῆς μετὰ χεῖρας ἐπαγγελίας, φασκούσης· «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα. Τοῖς γὰρ ἐπὶ τῆς Σαμαρείας διεμέρισε τὸ Πνεῦμα τὸ ἅγιον μετὰ τὴν ἀνάληψιν αὐτοῦ, καὶ μετὰ τὸ ὑψωθῆναι αὐτὸν, ὅτε «ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα ἐν ἀνθρώποις.» Καὶ ταῦτα ἐγίνετο μετὰ τὸ διωχθῆναι τοὺς μαθητὰς τοῦ Σωτῆρος ἀπὸ Ἱεροσολύμων. Λέγει γοῦν ἡ Γραφή· «Ἐγένετο δὲ διωγμὸς μέγας ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν·» καὶ πάλιν· «Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.» Εἶθ' ἑξῆς εἴρηται ὅπως τοῖς ἐν τῇ Σαμαρείᾳ εὐηγγελίζοντο, καὶ ὡς τοῦ Πνεύματος τοῦ ἁγίου μετεδίδοσαν αὐτοῖς οἱ ἀπόστολοι. ∆έδεικται τοίνυν ὅπως εἴρηται τὸ, «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα·» μετὰ γὰρ τὸ ὑψωθῆναι τὸν Σωτῆρα πάντα ταῦτα ἐπληροῦτο. Ἄλλος δ' ἂν εἴποι, διὰ τὸ πάλαι μὲν τῶν Ἰουδαίων εἶναι τὸν τόπον, νυνὶ δὲ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν Ἕλλησι καὶ Σαμαρείταις ἐκδεδόσθαι, τούτου χάριν εἰρῆσθαι τὸ, «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα·» ἀλλὰ καὶ «τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.» Κοιλάδα δὲ εἴωθεν ὀνομάζειν ὁ προφητικὸς λόγος τὸ πάντων ἀνθρώπων οἰκητήριον· διὸ λέλεκται ἀλλαχοῦ· «∆ιέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος.» Τοῦτο δὴ οὖν τὸ πάντων ἀνθρώπων οἰκητήριον, καὶ τὴν κοιλάδα ταύτην ἐκκλησιῶν, φησὶν, ἐμαυτοῦ πληρώσω· ὃ δὴ αἰνίττεται λέγων, «Σκηνῶν διαμετρήσω.» Καὶ ὁ Ἀκύλας δὲ τοῦτον ἡρμήνευσε τὸν τρόπον, «Κοιλάδα συσκιασμῶν καταμετρήσω.» Εἶθ' ὥσπερ ἐμὸς, φησὶ, γέγονεν ὁ Γαλαὰδ, καὶ ἐμὸς γέγονέ ποτε ὁ Μανασσῆς, καὶ Ἐφραῒμ ἦν ποτε, ὅτε ὑπῆρχε, «κραταίωσις τῆς κεφαλῆς μου,» ἢ, κατὰ τὸν Σύμμαχον, «ἰσχὺς τῆς ἀρχῆς μου·» ὁμοίως τε ὥσπερ, ἦν ποτε «ὁ Ἰούδας βασιλεύς μου,» 23.568 ἢ, κατὰ τὸν Ἀκύλαν, «Ἰούδας ἀκριβαστής μου·» τὸν αὐτὸν τρόπον ἔσται καὶ ἡ τῶν ἀλλοφύλων χώρα τε καὶ πόλις ἡ καλουμένη Μωάβ· γενήσεται γὰρ «λέβης τῆς ἐλπίδος μου,» ἢ, κατὰ τὸν Ἀκύλαν· «λέβης λουτροῦ μου·» ἢ, «λέβης ἀμεριμνίας μου,» κατὰ τὸν Σύμμαχον. Τὸν δὲ Ἐφραῒμ κραταίωσιν τῆς κεφαλῆς ἑαυτοῦ ὠνόμασεν, ἢ ἰσχὺν τῆς ἀρχῆς ἑαυτοῦ· ἐπειδήπερ οἱ ἐκ φυλῆς Ἐφραῒμ βασιλεύσαντες ἦρξάν ποτε ἐν τῇ Σαμαρείᾳ τῶν ἐννέα ἥμισυ φυλῶν τοῦ Ἰσραήλ. ∆ύο δὲ παίδων γενομένων τῷ Ἰωσὴφ, τοῦ Ἐφραῒμ καὶ τοῦ Μανασσῆ, οἱ μὲν τοῦ Ἐφραῒμ, ἀποσχίσαντες τῆς Ἱερουσαλὴμ, ἐν τῇ Σαμαρείᾳ καὶ τῇ προλεχθείσῃ Συχὲμ τῇ καὶ Σίκιμα συνέστησαν τὸ βασίλειον· διὸ λέλεκται· «Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου,» ἢ, «ἰσχὺς τῆς ἀρχῆς μου·» οἱ δὲ ἐκ τοῦ Μανασσῆ γενόμενοι ἔσχον τὴν Γαλαάδ· διὸ εἴρηται· «Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς.» Ὁ μὲν γὰρ τόπος ἐκ τοῦ Γαλαὰδ ἐσημαίνετο, οἱ δὲ οἰκήτορες ἐκ τοῦ Μανασσῆ. Ὥσπερ οὖν οὗτοι, φησὶ, γεγόνασιν ἐμοὶ, οἵ