190
τε τὴν Γαλαὰδ οἰκήσαντες υἱοὶ Μανασσῆ, καὶ οἱ ἐν Σικίμοις ἄρξαντες τοῦ λαοῦ υἱοὶ Ἐφραΐμ· ἀλλὰ καὶ ὡς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ οἱ ἐκ φυλῆς Ἰούδα βασιλεύσαντες ἦσαν ἐμοὶ, καὶ τῆς ἐμῆς μερίδος βασιλεῖς· οὕτως ἔσται ποτὲ ἐμὰ καὶ τὰ τῶν ἀλλοφύλων ἔθνη. ∆ηλοῖ δὲ πάντας ἀλλοφύλους διὰ τοῦ Μωὰβ καὶ διὰ τῆς Ἰδουμαίας, ἐκ δύο τούτων ἐθνῶν τῶν ἀπηγορευμένων εἰσιέναι εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὰ λοιπὰ πάντα παραδεξάμενος. Γέγραπται γοῦν· «Ἀμμανῖται καὶ Μωαβῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου ἕως τρίτης καὶ τετάρτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα.» Μωὰβ δὲ καὶ Ἀμμὰν γεγόνασιν υἱοὶ Λὼτ ἐκ παρανόμου μίξεως τῶν αὐτοῦ θυγατέρων, ἔκ τε τοῦ Σοδομιτικοῦ σπέρματος· ὧν τὴν διαδοχὴν, Μωαβίτας καὶ Ἀμμανίτας, ἀποβλήτους ποιεῖται ὁ Μωϋσέως νόμος. Ἀλλ' ὁ παρὼν νόμος τῷ μὲν Μωὰβ εὐαγγελίζεται κάλλιστα λέγων· «Μωὰβ, λέβης τῆς ἐλπίδος μου·» ἑτέρῳ δὲ ἔθνει τῷ ἀπὸ τοῦ Ἡσαῦ ὑφεστῶτι τὰ χρηστὰ σημαίνει, ἐπιφέρων ἑξῆς· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.» Ἰδουμαία δ' ἐκέκλητο ἀπὸ τοῦ Ἐδώμ· οὗτος δὲ ἦν ὁ Ἠσαῦ περὶ οὗ λέλεκται· «Μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἠσαῦ.» Μυρίαι τε ἄλλαι προφητεῖαι κατὰ τῶν Ἰδουμαίων καὶ κατὰ τῆς Ἰδουμαίας εἴρηνται. Ἀλλ' ὁ παρὼν λόγος τὰ κάλλιστα καὶ τούτοις εὐαγγελίζεται, λέγοντος τοῦ Θεοῦ· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.» Εἶθ' ἑξῆς καὶ περὶ τῶν λοιπῶν ἐθνῶν ἀδιορίστως ἐπιλέγει· «Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν,» ἢ «ἐφιλίασαν.» Λέβητα δὲ τὸν Μωὰβ τῆς ἑαυτοῦ ἐλπίδος καλεῖ, ἢ λέβητα τοῦ λουτροῦ ἑαυτοῦ, ἢ τῆς ἀμεριμνίας ἑαυτοῦ· ἐπειδὴ οὐκ ἄλλως ἐξῆν αὐτῷ, ἅπαξ ἀποβλήτῳ γενομένῳ, εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ παραβάλλειν, μὴ οὐχὶ διὰ λουτροῦ παλιγγενεσίας. Ὥσπερ οὖν λέβητι ἀπολουσάμενος καὶ ἀποκαθαρθεὶς τῆς προτέρας δυσσεβείας, καταξιοῦται τῆς χάριτος, καὶ οὕτως ἀμεριμνίας τυγχάνει. Καὶ ταῦτα δι' ἔργων κεχωρηκότα πάρεστιν ὀφθαλμοῖς παραλαβεῖν, τῇ τῶν Ἀράβων ἐπιδημήσαντας χώρᾳ, θεωμένους τε τοὺς παρ' αὐτοῖς πληθύνοντας λαοὺς, Μωαβίτας καὶ Ἀμμανίτας 23.569 πληροῦντας τὰς Ἐκκλησίας τοῦ Θεοῦ. Ὡσαύτως δὲ καὶ, «Ἐπὶ Ἰδουμαίαν ἐπιβήσομαι, φησὶ, τῷ ὑποδήματί μου,» κατὰ τὸν Σύμμαχον. Καὶ ταύτην δὲ τὴν πρόῤῥησιν οὐδὲν ἂν εἴη δυσχερὲς ἰδεῖν, τῇ τῶν Ἰδουμαίων ἐπιστάντας χώρᾳ καὶ τὰ πλήθη τῶν αὐτόθι Ἐκκλησιῶν τοῦ Θεοῦ ὄψει παραλαβόντας· ὡς μὴ ὀκνῆσαί τινα ἀληθῶς ἐπίβασιν γεγονέναι τοῖς τόποις ἐκείνοις ὁμολογῆσαι. ∆ιὰ δὴ ταῦτα ἀνωτέρω ἐλέγετο· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ἀγαλλιάσομαι.» Μέλλον γὰρ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἐπὶ σωτηρίᾳ ἀνακαλεῖσθαι, πρεπόντως αὐτοῦ τῇ φιλανθρωπίᾳ, συνέχαιρε τῇ τῶν σωζομένων σωτηρίᾳ. Καὶ ἄλλως δὲ ὑπόδημα αὐτοῦ οὐκ ἂν ἁμάρτοις λέγων τοὺς ἀποστόλους, ἢ τοὺς εἰς ἔτι δεῦρο τῷ περὶ αὐτοῦ κηρύγματι διακονουμένους. Ταῦτα δὴ οὖν πάντα εἰργάσατο ὁ Θεὸς, ὅτε ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ ἁγίῳ αὐτοῦ. Καθ' ἑτέραν δὲ ἐκδοχὴν λαλήσας ὁ Θεὸς ἐν τῷ ἁγίῳ αὐτοῦ, πάντας ἁπαξαπλῶς Ἰουδαίους τε καὶ Ἕλληνας, τά τε καθ' ὅλης τῆς οἰκουμένης ἔθνη εἰς τὴν ἑαυτοῦ χάριν ἀνεκαλέσατο· διὸ καὶ τὴν Σίκιμα καὶ τὸν Γαλαὰδ, καὶ τὸν Μανασσῆν καὶ τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδαν καὶ τὸν Μωὰβ καὶ τὴν Ἰδουμαίαν καὶ τοὺς ἀλλοφύλους ἅπαντας κατηριθμήσατο, ἐξ ἴσου τῆς ὁμοίας κλήσεως καταξιώσας ἅπαν τὸ τῶν ἀνθρώπων γένος· πλὴν ἀλλὰ πρώτους τοὺς ἀπὸ τοῦ Ἰσραὴλ καλεῖ. Ἐχρῆν γὰρ τὰ πρωτεῖα καὶ τὰς ἀπαρχὰς τοῦ εὐαγγελικοῦ κηρύγματος πρώτοις αὐτοῖς ἀπονεῖμαι διὰ τὰς πρὸς τοὺς αὐτῶν πατέρας ἐπαγγελίας, δι' ἃς καὶ αὐτὸς ὁ Σωτὴρ πρώτοις αὐτοῖς εὐηγγελίζετο μαρτυρόμενος καὶ λέγων· «Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Καὶ τοῖς ἀποστόλοις δὲ αὐτοῦ πρώτοις αὐτοῖς κηρύσσειν τὸ Εὐαγγέλιον παρῄνει φάσκων· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ