192
τὴν περιπεφραγμένην πόλιν ἐπιθυμῶν ἰδεῖν ὁ Προφήτης ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Καὶ τὴν τῶν ἀλλοφύλων σωτηρίαν εὐχόμενος ὀφθαλμοῖς παραλαβεῖν, προσετίθει λέγων· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Εἶτα πρῶτον καὶ δεύτερον εἰπὼν, «Τίς;» τὸν μόνον δυνατὸν ταῦτα δεικνύναι γνωρίζειν ὁμολογεῖ· ἦν δὲ οὗτος ὁ Θεός· ὃ κατ' ἀρχὰς τῆς προκειμένης στη 23.573 λογραφίας ἔλεγεν· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς.» ∆ιὸ πρὸς ἐκείνην τὴν φωνὴν ἀποδίδωσιν ἐνταῦθα τὴν αὐτὴν διάνοιαν λέγων· «Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς;» Τίς γὰρ ἄλλος, φησὶ, δύναται δεῖξαι ἡμῖν τὰς ἐπαγγελίας τὰς σὰς καὶ τῶν σῶν λόγων τὰ ἀποτελέσματα, εἰ μὴ σὺ αὐτὸς ὁ ἀπωσάμενος ἡμᾶς; ἢ, κατὰ τὸν Σύμμαχον, «Εἰ μὴ σὺ ὁ Θεὸς ὁ ἀποβαλλόμενος ἡμᾶς, καὶ μὴ προσελθὼν ἐν ταῖς στρατεύσεσιν ἡμῶν;» Ἀπώσω γὰρ ἡμᾶς σὺ, Κύριε, καὶ καθεῖλες ἡμᾶς· ἀλλὰ καὶ πάλαι εἰωθὼς συνεξιέναι καὶ συμπολεμεῖν ταῖς ἡμετέραις δυνάμεσι, νῦν ὅτε τὴν κλῆσιν ἐποιήσω τῶν ἐθνῶν, ἀπώσω ἡμᾶς καὶ οὐκέτι συνεξέρχῃ ταῖς ἡμετέραις δυνάμεσι. Ἄλλη οὖν οὐκ ἔστιν ἡμῖν ἐλπὶς πρὸς τὸ θεάσασθαί σου τὰς ἐπαγγελίας, εἰ μὴ σὺ αὐτὸς βουληθείης. Σοῦ γὰρ θελήσαντος, δυνατὸν ἡμῖν τοὺς σοὺς προφήτας συγκαταλεγῆναι τῇ πόλει σου τῇ περιπεφραγμένῃ, καὶ ὁδηγηθῆναι ἕως τῆς ἀποδειχθείσης Ἰδουμαίας «∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπων. Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Οἱ τῶν ἐπαγγελιῶν καταξιωθέντες διδάσκονται διὰ τῶν προκειμένων νήφειν καὶ ἐγρηγορέναι, παρασκευάζεσθαί τε εἰς θλίψεις, καὶ δι' εὐχῶν λέγειν τῷ ἑαυτῶν βασιλεῖ· «∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως·» ματαίαν γὰρ εἶναι πᾶσαν τὴν ἐξ ἀνθρώπων ἐλπίδα. Εἶτ' εὐξάμενοι ταῦτα, τὴν ἀγαθὴν ἐπιδείκνυνται προθυμίαν λέγοντες· «Ἐν Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με·» καὶ πάλιν· «Οὐκ ἐγὼ δὲ, φησὶν, ἀλλ' ἡ χάρις ἡ σὺν ἐμοί.» Ταῦτα δὲ λέγειν παιδεύονται οἱ ἐκ τῆς Ἰδουμαίας καὶ ἐκ τῶν ἀλλοφύλων ἐθνῶν τῇ τοῦ Θεοῦ χάριτι προσεληλυθότες. Εἰ δὲ ἐκ προσώπου τοῦ προφητικοῦ χοροῦ λέγοιτο καὶ ταῦτα, πρέποι ἂν αὐτοὺς, ἀποκλαυσαμένους τὸν ἀπωσμὸν καὶ τὴν καθαίρεσιν τοῦ προτέρου λαοῦ, εὐχὴν ἀναπέμπειν ὑπὲρ τοῦ κοινοῦ πάντων αὐτῶν σώματος, καὶ λέγειν τῷ Θεῷ τὰ προκείμενα. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΤΩ ∆ΑΥΙ∆ Ξʹ. «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου.» Οἱ μὲν ἐπιγεγραμμένοι στηλογραφίας ἐφεξῆς πέντε μέχρι τοῦ νθʹ τέλος ἔχουσιν· εἰσὶ δὲ πάντες οἱ ταύτην ἔχοντες τὴν προγραφὴν ἕξ· οἵ τε προλεχθέντες καὶ ὁ ιεʹ ἐν τῷ πρώτῳ μέρει τῆς βίβλου τῶν Ψαλμῶν κείμενος. Ὅ γε μὴν μετὰ χεῖρας ὕμνος ὢν καὶ αὐτὸς εἰς τὸ τέλος διὰ τὰς ἐπὶ τέλει τοῦ ὕμνου φερομένας ἐπιχρήστας ἐπαγγελίας ἀναπέμπει. Εἰσὶ δὲ πάντες οἱ ἐπιγεγραμμένοι «Ἐν ὕμνοις» πέντε· δύο μὲν ἐν τῷ πρώτῳ μέρει τῆς βίβλου, ὁ τέταρτος καὶ ὁ ʹ. Ἀλλ' οὗτοι μὲν «Ἐν ὕμνοις ψαλμοὶ» λέγονται· οἱ δὲ ἐν τῷ δευτέρῳ μέρει τῆς βίβλου τρεῖς «Ἐν ὕμνοις» ἐπιγράφονται μόνον, ὁ νγʹ, καὶ ὁ νδʹ, καὶ ὁ μετὰ χεῖρας. Οἱ μὲν οὖν «Ἐν 23.576 ὕμνοις ψαλμοὶ» ἐοίκασι σὺν τῷ μουσικῷ ὀργάνῳ τῷ καλουμένῳ ψαλτηρίῳ λελέχθαι, ὡς δεηθέντος τῆς διὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὄργανον τῆς ψυχῆς, πρακτικῆς ἐνεργείας τοῦ ψάλλοντος. Οἱ δὲ ἁπλῶς ὕμνοι διὰ μόνης φωνῆς τοῦ τὸν ὕμνον ἀναπέμψαντος εἴρηνται, οὐ συμπαραληφθείσης τῆς διὰ τοῦ ψαλτηρίου κρούσεως, τῷ μόνης τῆς κατὰ διάνοιαν θεωρίας δεδεῆσθαι τοὺς ἐν αὐτοῖς λόγους. Τοῦτο γοῦν παρίστησιν ὁ μετὰ χεῖρας ὕμνος λέγων· «ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα·» δι' οὗ σημαίνει ὥσπερ ἔξω γεγενῆσθαι τῆς τοῦ σώματος