193
καταστάσεως θεοληπτούμενον τὸν Προφήτην. Οὐκ ἀγνοῶ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς οὐχ ἑτέρως ἐκδεδωκέναι. Παρακαλεῖ δὲ διὰ τῶν μετὰ χεῖρας ὁ ∆αυῒδ λέγων· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου.» Ἐνδεὴς γὰρ ὢν μεγάλων τινῶν καὶ θείων, τούτων τυγχάνειν παρακαλεῖ. Εἶθ' ὥσπερ ἄξιον ἑαυτὸν τοῦ εἰσακουσθῆναι παραστήσας, ἐπιλέγει· «Πρόσχες τῇ προσευχῇ μου.» Πολλῆς γὰρ καὶ βαθείας διανοίας πεπληρῶσθαι αὐτοῦ τὴν προσευχὴν θαρσῶν, ἠξίου τὸν Θεὸν ἐπιβλέψαι, καὶ τοῖς ἐν αὐτῇ λόγοις ἐνατενίσαι, καὶ δοκιμάσαι τὰ λεγόμενα, ὡς ἂν τῶν αὐτοῦ ἀκοῶν ἄξια. Εἶτα καὶ τὸ ἔργον δείκνυσιν, οὗ χάριν θεωρὸν τὸν Θεὸν τῆς ἑαυτοῦ προσευχῆς ἀνεκαλεῖτο· διὸ ἐπιλέγει· «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Καὶ ἐπειδήπερ συμφώνως οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν, ὁ μὲν Ἀκύλας εἰπὼν, «Ἀπὸ τελευταίου τῆς γῆς πρὸς σὲ ἐπικαλέσομαι·» ὁ δὲ Σύμμαχος, «Ἀπὸ περάτων τῆς γῆς σὲ ἐπικαλοῦμαι·» ἡ δὲ πέμπτη ἔκδοσις, «Ἀπὸ περάτων τῆς γῆς πρὸς σὲ κεκράξομαι·» τίς οὐκ ἂν εὐλόγως τὸν νοῦν τῆς λέξεως ἐπιζητήσειε; Πῶς γὰρ ἄν τις δύναται, τὴν σύμπασαν ὑπερβὰς οἰκουμένην, καὶ ὑπὲρ αὐτὸν ἐλθὼν τὸν Ὠκεανὸν, «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα,» βοᾷν; Ἀλλ' ὅρα εἰ μὴ πᾶς ὁ τῷ Θεῷ φίλος εὐλόγως ἂν τὰ πέρατα τῆς γῆς ῥηθείη. Ὁ μὲν γὰρ φαῦλος ἀνὴρ, ἀγορὰς καὶ δήμους, βουλευτήριά τε καὶ δικαστήρια περιτρέχων, ὅλως τε ταῖς τοῦ σώματος ἡδυπαθείαις κατορωρυγμένος, ἐν βυθῷ τῆς γῆς οἰκεῖν λέγοιτ' ἂν εἰκότως· οἱ δὲ «περιελθόντες ἐν μηλωταῖς καὶ ἐν αἰγίνοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,» φεύγοντές τε τὰ μέσα τῶν πόλεων, καὶ τὰς διατριβὰς ἐν ἐρημίαις ποιούμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, εὐλόγως ἂν λεχθεῖεν ἔξω τυγχάνειν τῆς γῆς· καὶ εἰ μὲν μὴ παντελῶς ἦσαν ἀπηλλαγμένοι τοῦ σώματος, κἂν ἐκτὸς ἦσαν αὐτοῦ· νῦν δὲ ἐπειδὴ ἐν αὐτῷ βιοῦντες, ὀργάνῳ τε αὐτῷ χρώμενοι, οὐκ ἐνεβαπτίζοντο τοῖς τοῦ βίου κακοῖς, ἀκροθίνως δὲ αὐτὸ μόνον τῆς ἀναγκαίας τροφῆς, καὶ τῶν λοιπῶν χρειῶν ἐφαπτόμενοι διετέλουν· εἰκότως ἐν ἄκροις ἐδόκουν εἶναι καὶ ἐν τοῖς πέρασι τοῦ σώματος· οἷος ἦν ὁ Παῦλος λέγων· «Ἐν σαρκὶ γὰρ ζῶντες, οὐ κατὰ σάρκα στρατευόμεθα·» καὶ, «Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» Ὁ δὴ οὖν οὕτω διακείμενος εὐλόγως ἂν εἴποι τῷ Θεῷ· «Πρόσχες τῇ προσευχῇ μου,» πολλὴν ἄγων παῤῥησίαν ἐπὶ τῇ τοιαύτῃ τοῦ βίου ζωῇ· οὐδ' ἂν ψεύσαιτο φάσκων· 23.577 «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Προστίθησι δὲ καὶ τὴν αἰτίαν ἐπιλέγων, «Ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου·» ἢ «Ἐν τῷ ἀδημονεῖν τὴν καρδίαν μου,» κατὰ τὸν Σύμμαχον. Ἀκηδιᾷ γὰρ, καὶ ἀδημονεῖ πᾶσα θεοφιλὴς ψυχὴ τῷ θνητῷ ἐνδιατρίβουσα βίῳ· διὸ καὶ φήσαι ἂν, οἶμαι· «Ὅτι ἐμακρύνθη ἡ παροικία μου.» Καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι. Ἔστενεν οὖν καὶ ὁ Παῦλος ἀκηδιῶν ἐπὶ τῇ παρεκτάσει τοῦ θνητοῦ βίου· διὸ καὶ ἀπεκλᾴετο λέγων· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Ἀκηδιᾷ δὲ καὶ ἀδημονεῖ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν· ἐπειδὴ «πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν·» οὕτως πάλιν ὁ αὐτὸς πενθεῖ πολλοὺς, περὶ ὧν ἔλεγε· «Πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἁμαρτίᾳ καὶ ἀνομίᾳ καὶ ἀσεβείᾳ ᾗ ἔπραξαν.» Ὁ δ' αὐτὸς ὑπεραλγῶν καὶ ὑπερπάσχων ἑτέρων ἐβόα· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Ὁμοίως δὲ καὶ οἱ προφῆται τὸν πάλαι ἀπεκλᾴοντο λαὸν, ὥσπερ οὖν καὶ ὁ ∆αυΐδ. ∆ιὸ αὐτὸς μὲν ἔφευγε τὰ μέσα τῆς γῆς, καὶ ἐν ἄκροις αὐτῶν γινόμενος ἐβόα πρὸς τὸν Θεόν· ἐπὶ δὲ τῇ τῶν πολλῶν καὶ αὐτοῦ τοῦ Σαοὺλ ἀπωλείᾳ τὴν ψυχὴν ἀλγῶν ἀπεκλᾴετο. «Ἐν πέτρᾳ ὕψωσάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ·» καὶ τὰ ἑξῆς, Κατὰ μὲν τοὺς Ἑβδομήκοντα,