194
εὐχαριστίαν περιέχει ὁ λόγος. Ταῦτά μοι, φησὶν, ὑπῆρξεν ὅσα προείρηκα· ἐπειδὴ σὺ αὐτὸς ὁ Θεὸς ἐπῆράς με καὶ ὕψωσας στήσας ἐν τῇ παρὰ σοὶ πέτρᾳ, ἥτις ἐστὶν ὁ προϊών σου Λόγος· ἡ πέτρα γὰρ ἦν ὁ Χριστός. Ἐπεὶ τοίνυν ἐν τῷ Λόγῳ σου ὕψωσάς με καὶ μετέωρον ἐποίησας, ὡς μηκέτι κατοικεῖν τὰ μέσα τῆς γῆς, ἀλλ' ἐν ἄκροις αὐτῆς γενέσθαι, ἤδη δὲ καὶ ὡδήγησάς με, ὥστε πλησίον σου φθάσαι· γέγονάς τε ἐλπίς μου, δι' ἣν ἐλπίδα οὐ καταισχυνθήσομαι· ἀλλὰ καὶ πολλῶν ἐπικειμένων μοι νοητῶν ἐχθρῶν καὶ πολεμίων τῶν ζητούντων τὴν ψυχήν μου, ἀντὶ πάντων ἀπήρκεσας σὺ μόνος, πύργος ὀχυρός μοι γενόμενος, καὶ περιφράττων με ἐν ἀσφαλεῖ τῆς παρὰ σοὶ σωτηρίας, ὡς μηδένα τῶν ἐμῶν ἐχθρῶν ἐπιστρέφεσθαι· εἰκότως τούτων ἁπάντων τυχὼν, σοὶ τοὺς ὕμνους ἀναπέμπω, ὡς ἁπάντων μοι τῶν ἀγαθῶν γενομένῳ αἰτίῳ. Ἀντὶ δὲ τοῦ, «Ἐν πέτρᾳ ὕψωσάς με,» καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος ἕτερον ἀπέδωκε νοῦν εἰπών· «Ὅταν στερεὸς κατεπαίρεταί μου, ὁδηγήσεις με. Ἐγένου γὰρ ἀφοβία μου, πύργος ὑψηλὸς ἀπὸ προσώπου ἐχθροῦ·» καὶ ὁ Ἀκύλας ὁμοίως τὸν αὐτὸν ἀπέδωκε νοῦν εἰπών· «Ἐν στερεῷ ὑψώθητι παρ' ἐμὲ, καθοδηγήσεις με,» καὶ τὰ ἑξῆς. ∆ιδάσκει δὲ ἡμᾶς διὰ τούτων ὁ λόγος μηδένα τῶν κατεπαιρομένων ἡμῶν ἐπιστρέφεσθαι, ὅλους δὲ γενέσθαι τοῦ Θεοῦ, ἐπ' αὐτῷ μόνῳ θαρσοῦντας. Ὁ γοῦν ἀγαθαῖς ἐλπίσιν ἐφωδιασμένος, καὶ τὸν Θεὸν κτησάμενος πύργον ἰσχύος, ἢ, κατὰ τὸν Ἀκύλαν, «πύργον κράτους·» 23.580 ἢ, «πύργον ὀχυρὸν,» κατὰ τὸν Σύμμαχον· ἐρεῖ· «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας· σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου» Οὐ γὰρ ἐπ' ἐμαυτῷ, φησὶν, εὐθαρσήσω, ἀλλ' ἐπὶ τῇ σκέπῃ τῶν σῶν πτερύγων. Οὕτω δὲ καλεῖν εἴωθεν ὁ Λόγος τὰς προνοητικὰς τοῦ Θεοῦ δυνάμεις, ὑφ' ἃς σκεπάζεται ὁ θεοφιλὴς, μηδέποτε τῆς σκέπης ἀναχωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι' αἰῶνος ἔνδον ἐν αὐτῇ κατοικῶν· καὶ ἤδη μὲν ἀπολαύων τῆς Ἐκκλησίας αὐτοῦ καὶ τῆς εὐπρεπείας τοῦ οἴκου αὐτοῦ, ὥστε λέγειν· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου» καὶ «τόπον σκηνώματος τῆς δόξης σου·» καὶ, «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Εἰ δέ ἐστι καὶ ἐπουράνιος σκηνὴ, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, ἧς τὴν εἰκόνα Μωϋσῆς προσταχθεὶς ἐποίει, εἰς ἐκείνην ἀναπέμπων τὴν σκηνὴν, εἴποι ἂν τό· «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας.» Ταύτην γὰρ εἴληφε τὴν ἐπαγγελίαν ὁ τέλειος, οὐ σκοπῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Εἰ μὲν ψιλή τις ἦν προσευχὴ ὑπὸ τοῦ ∆αυῒδ ἀναπεμφθεῖσα ἡ μετὰ χεῖρας, οὐδὲν ἦν ἀναγκαῖον αὐτὴν ἀναληφθῆναι τῇ βίβλῳ τῶν Ψαλμῶν· εἰκὸς γὰρ αὐτὸν καὶ μυρίας ἄλλας εὐχὰς πρὸς τὸν Θεὸν πεποιῆσθαι· ὥσπερ οὖν καὶ ἡμεῖς ἐφ' ἑκάστης ἡμέρας, καὶ κατὰ καιροὺς ἄλλοτε ἄλλους εὐχόμεθα διαφόρους· ἐπεὶ δὲ πολλάκις ἐν αὐτῷ τῷ προσεύχεσθαι, ἢ τοὺς ψαλμοὺς ἀνακρούεσθαι, ἢ τοὺς ὕμνους ἀναπέμπειν, προφητικῆς ἐπληροῦτο δυνάμεως· εἰκότως οὐκέθ' ὡς ψιλὰς προσευχὰς, ἀλλ' ὡς ἄλλους λόγους προφητικοὺς ἐπεσημαίνοντο τὰ λεγόμενα, καὶ ταῖς θείαις βίβλοις ἐγκατέταττον οἱ τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων εἰληφότες. Οὕτως οὖν καὶ ἐνταῦθα μετὰ τὰ προλεχθέντα, διαψάλματος μεταξὺ παρεντεθέντος, μεταβολὴν ποιεῖται τοῦ λόγου ὁ Προφήτης, αἰσθόμενος τῆς τοῦ ἁγίου Πνεύματος ἀφίξεως, φωτισθείς τε ὑπ' αὐτοῦ καὶ γνοὺς, ὅτι τὰ τῆς προλεχθείσης αὐτῷ δεήσεως ἐπηκόου ἔτυχε τοῦ Θεοῦ. ∆ιὸ ἀνωτέρω μὲν εὐχόμενος ἔλεγε· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου·» ἐνταῦθα δὲ μετὰ τὸ διάψαλμα φάσκει· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου.» Ὁρᾷς ὅπως συνῄσθετο εἰσακουσθείς; καὶ τοῦτ' ἦν τὸ διὰ τοῦ προφήτου