195
Ἡσαΐου τοῖς ἀξίοις ἐπηγγελμένον ὑπὸ τοῦ λέγοντος Θεοῦ· «Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι·» ἔτι γὰρ φθεγγομένου τοῦ Προφήτου, τὸ Πνεῦμα ἐπιστὰν τὸ ἅγιον ἐδήλου αὐτῷ, ὡς ἄρα εἰσακουσθεὶς εἴη. ∆ιό φησιν· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου.» Καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς ἡ αὐτὴ παρίσταται διάνοια· ἐπεὶ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Ὅτι σὺ, ὦ Θεὲ, ἤκουσας τῶν εὐχῶν μου·» κατὰ δὲ τὸν Σύμμαχον· «Σὺ γὰρ, ὁ Θεὸς, εἰσήκουσας τῶν προσευχῶν μου.» Εἶτ' 23.581 ἐπιλέγει· «Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Ἐμοῦ μὲν γὰρ τέως εἰσήκουσας· ἔγνων δὲ ὑπὸ τοῦ σοῦ Πνεύματος φωτισθεὶς, ὅτι οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς φοβουμένοις τὸ ὄνομά σου καρπὸν ἄξιον τοῦ σοῦ φόβου δώσεις, τὴν κληρονομίαν ἣν ἐπηγγείλω αὐτοῖς. Ἀορίστως δὲ εἰπὼν, «τοῖς φοβουμένοις τὸ ὄνομά σου,» ἥπλωσε τὴν χάριν ἐπὶ πάντας ἀνθρώπους. Οὐ γὰρ τῷ Ἰσραὴλ ἐπήγγελται τὴν κληρονομίαν, οὐδὲ τῷ Ἰουδαίων ἔθνει μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ. «Ἰουδαίῳ τε πρῶτον,» φησὶν ὁ Ἀπόστολος, «καὶ Ἕλληνι.» Πολλάκις δὲ ἡμῖν ἀποδέδεικται, ὡς πάντας τοὺς ἐξ ἐθνῶν τῷ Θεῷ προσιόντας, φοβουμένους τὸν Κύριον καλεῖν εἴωθεν ὁ Λόγος. Τούτοις οὖν αὐτοῖς, φησὶν, ἔδωκας κληρονομίαν· καὶ ποίαν οὐκ εἶπεν, ἡμῖν δὲ καταλέλοιπεν ζητεῖν. Τῷ μὲν οὖν Ἰσραὴλ τὴν ῥέουσαν μέλι καὶ γάλα ἐπήγγελται διὰ Μωϋσέως· τοῖς δὲ φοβουμένοις ὁποίαν ἔδωκε κληρονομίαν, εἴασε ζητεῖσθαι. Εὑρήσεις δὲ ἐν τοῖς τοῦ Σωτῆρος ἡμῶν μακαρισμοῖς ταύτην, ἐν οἷς εἴρηται· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» καὶ πάλιν ἔχεις τοῦ Σωτῆρος ἡμῶν ἐπαγγελίαν, δι' ἧς φησι· «Καὶ ἐν τῷ αἰῶνι τούτῳ πολυπλασίονα λήψεται, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει.» Καὶ ταύτης ἕνεκα τῆς κληρονομίας ὁ πέμπτος ψαλμὸς ἐπεγέγραπτο, «Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης·» καὶ ἐν τῷ ιεʹ δὲ ψαλμῷ ἡ αὐτὴ κληρονομία ἐδηλοῦτο κατὰ τὸ, «Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. Καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.» «Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς αὐτοῦ διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Ἔλεος καὶ ἀλήθειαν τίς ἐκζητήσει αὐτοῦ;» Προειπὼν, «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου,» καθ' ὑπερβατὸν συνῆψε τὸ, «Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις.» Εἰσάκουσον γὰρ, φησὶ, τῶν εὐχῶν μου, ἡμέρας ἐφ' ἡμέρας μοι προσέθηκας. ∆ιὰ μέσου δὲ ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα τοῦ Κυρίου μνήμη· ἐπειδὴ καὶ αὐτοῖς ἐπήγγελται τὴν κληρονομίαν ἡ προφητεία. Ἦν δὲ ἡ κληρονομία ἡ αἰώνιος ζωὴ, ἣν ὁ λόγος σημαίνει φάσκων· «Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις.» Μεγάλα τοίνυν εὐξαμένῳ τῷ βασιλεῖ ∆αυῒδ ἐπήγγελται ὁ Θεὸς διὰ τοῦ Πνεύματος ἡμέρας ἐφ' ἡμέρας προσθήσειν, καὶ τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Ταύτην γὰρ αὐτῷ τὴν κληρονομίαν ἐπηγγείλατο· ὃ δὴ καὶ ἐν τῷ κʹ δηλοῦται ψαλμῷ, ἐν ᾧ εἴρηται· «Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ·» καὶ ἑξῆς· «Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰῶνος.» Ἐπειδὴ γὰρ τῶν οὐρανίων ὀριγνώμενος, καὶ τῶν παρὰ σοὶ ἀγαθῶν ἐπιθυμήσας, ηὔξατο· εἰσήκουσας αὐτοῦ, φησὶ, καὶ εἰσακούσας, «τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ 23.584 ἐστέρησας αὐτόν.» Τίς δὲ ἦν ἡ ἐπιθυμία αὐτοῦ, καὶ τίς ἡ αἴτησις τῶν χειλέων αὐτοῦ, διδάσκει ἑξῆς λέγων· «Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα τοῦ αἰῶνος.» Καὶ ἐπὶ τοῦ παρόντος τοίνυν παραπλησίως ἐκείνοις ηὔξατο ∆αυῒδ, καὶ εὐξάμενος εἰσηκούσθη· εἰσακουσθείς τε ταύτης ἔτυχε τῆς ἐπαγγελίας, δι' ἧς εἴρηται· «Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ